Ancient Greek
134.1 to 134.13
Gregorius Palamas, Homiliae 134.1-13
Unproofread scanNot analysed yet
Ἀλλὰ καὶ τὸ μεταξὺ κείμενον· «Υμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστί·» πρὸς μὲν τὸν ἐκείνης λόγον ὡς ἀπόκρισίς ἐστιν, ἅμα δὲ καὶ τοῖς οἰκείοις λόγοις ἐστὶν ἀκόλουθον· τοῦτο γάρ φησιν ὡς ἡμεῖς οἱ Ἰουδαῖοι· συντάττει γὰρ καὶ ἑαυτὸν ἐκείνοις, ὡς ἐξ ἐκείνων ὄντα κατὰ σάρκα. Ἡμεῖς οὖν, φησὶν, οἱ μὴ καταψευδόμενοι τοῦ ὀνόματος, ἀλλ´ ἐπιγινώσκοντες τὰ ἡμέτερα, τοῦτο κατὰ τὴν προσκύνησιν ὑμῶν τῶν Σαμαρειτῶν διαφέρομεν, ὅτι γινώσκομεν διὰ τοῦτο τὴν προσκύνησιν ἐν Ἰουδαίᾳ τελεῖσθαι νομιζομένην, ὅτι ἐκ τῶν Ἰουδαίων ἡ σωτηρία παντὸς τοῦ κόσμου, τουτέστιν ὁ Χριστὸς ἐλεύσεται. Ὅτι δὲ οὐκέτι μέλλει, αὐτὸς γὰρ ἣν, οὐκ εἶπεν ὅτι Ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἔσται, ἀλλ´ ὅτι ἔστιν. «Ἀλλ´ ἔρχεται, φησὶν, ὥρα καὶ νῦν ἔστι.» Καὶ ταῦτα προφητικά· τὸ μὲν γὰρ ἔρχεται, ὅτι οὔπω ἐτελέσθη, τελεσθήσεται δέ· τὸ δὲ νῦν ἔστιν, ἐπειδήπερ ἑώρα ταύτην ὅσον οὔπω πιστεύουσαν, καὶ πνευματικῶς καὶ ἀληθῶς προσκυνοῦσαν· «Ἔρχεται οὕν, φησὶν, ὥρα καὶ νῦν ἔστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ·» ὁ γὰρ ἀνωτάτω καὶ προσκυνητὸς Πατὴρ Πατὴρ αὐτοαληθείας ἐστὶ, δηλονότι τοῦ μονογενοῦς Χιοῦ, καὶ πνεῦμα ἀληθείας ἔχει, τὸ Πνεῦμα τὸ ἀγιον, καὶ οἱ ἐν αὐτοῖς τοῦτον προσκυνοῦντες, καὶ ὡς οὖτω πιστεύοντες καὶ ὡς διὰ τούτων ἐνεργούμενοι Τὸ Πνεῦμα γάρ ἐστι, φησὶν ὁ Ἀπόστολος, δι´ οὗ προσκυνοῦμεν, καὶ δι´ οὗ προσευχόμεθα·» καὶ· «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι´ ἐμοῦ,» ὁ τοῦ Θεοῦ Μονογενής φησιν. Οἱ οὖν οὕτως ἐν πνεύματι τὸν ἀνωτάτω Πατέρα προσκυνοῦντες, οὗτοί εἰσιν οἱ ἀληθινοὶ προσκυνηταί. Ἐπεὶ δὲ καὶ τὰ Ἰεροσόλυμα, καὶ τὴν Σαμάρειαν ἐξέβαλεν, ἵνα μή τις νομίσῃ τόπον ἔτερον ἀντεισαχθήσεσθαι μέλλειν, διὰ τῶν ἑξῆς ἀπάγει πάλιν τὸν ἀκροώμενον πάσης σωματικῆς ἐννοίας καὶ τόπου καὶ προσκυνήσεως, «Πνεῦμα, λέγων, ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν·» τουτέστιν, ἐκτὸς σωμάτων πάντη τὸν ἀσώματον ἐννοοῦντας·