Ancient Greek
142
Gregorius Palamas, Homiliae 142
Unproofread scanNot analysed yet
καὶ τροχιὰς ὁρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν, βαδίζοντες τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας, τὴν δικαιοσύνην, τὴν σωφροσύνην, τὴν ἀγάπην, τὴν ταπείνωσιν, τὴν ἀλήθειαν· διεστραμμέναι δὲ ὁδοὶ πάντως καὶ σκολιαὶ, τὸ μίσος, τὸ ψεῦδος, ὁδόλος, ὁ φθόνος, ἡπλεοῦεξία, ἡ ὑπερηφανία, καὶ τὰ παραπλήσια τούτοις, ἃ μὴ μόνον πραττόμενα, ἀλλὰ καὶ μόνον ἀγαπώμενα καὶ μελετώμενα κατὰ νοῦν, ἄξιον ποιεῖ τὸν ἄνθρωπον τῆς θείας ἀποστροφῆς, ἐπειδήπερ ἄνθρωπος μὲν εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν ὁρᾷ, καὶ αὐτός ἐστιν ὁ τὰς καρδίας ἐτάζων καὶ τοὺς νεφρούς. Ἀλλ´ ὑμεῖς ἀθροιζόμενοι ἐν τῷ ναῷ τοῦ Θεοῦ, «Ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, κατὰ τὴν τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου φωνὴν, καὶ νήφοντες τελείως, ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ.» Οὐδὲ γάρ ἐστι δυνατὸν τὸν ἐπὶ τῆς ἱερᾶς τοῦ Θεοῦ ἐκκλησίας ἑστῶτα, καὶ συνάγοντα τὸν οἰκεῖον νοῦν καὶ πρὸς τὸν Θεὸν ἀνατείνοντα, καὶ τὴν διάνοιαν τῶν ἱερῶν ᾀσμάτων ἀπ´ ἀρχῆς ἄχρι τέλους ἐμμελετῶντα καὶ προσανέχοντα, μὴ τὴν θείαν ἀλλοίωσιν ἀλλοιωθῆναι, ἀναλόγως τῇ πρὸς τὸν Θεὸν καὶ τὰ θεῖα λόγια μελέτῃ· θέρμη ΧΩ γάρ τις ἐγγίνεται τῇ καρδίᾳ διὰ τῆς μελέτης ταύτης, ὡς μυίας τοὺς πονηροὺς ἀποσοβοῦσα λογισμούς, καὶ πνευματικὴν εἰρήνην καὶ παράκλησιν ἐμποιοῦσα τῇ ψυχῇ, καὶ τὸν ἁγιασμὸν τῷ σώματι παρέχουσα, κατὰ τὸν εἰπόντα· «Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου, καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ.» Καὶ τοῦτό ἐστιν ὃ καί τις τῶν θεοφόρων Πατέρων ἐδίδαξεν ἡμᾶς λέγων· ΠΑ σάν σου σπουδὴν ποίησον, ἵνα ἡ ἔνδον σου ἐργασία κατὰ Θεὸν ᾖ, καὶ νικήσεις τὰ ἔξω πάθη. Πρὸς τοῦτο καὶ ὁ μέγας Παῦλος ἡμᾶς προτρεπόμενος· «ΠνεύΨατι, φησί, περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.» Διὸ καὶ ἀλλαχοῦ παραγγέλλει γράφων· «Στῆτε περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ·» ὡς τοῦ λογισμοῦ στρεφομένου περὶ τὰ θεῖα, καὶ παραμένοντος τῇ κατὰ Θεὸν ἀληθείᾳ, τὸ ἐπιθυμητικὸν τῆς ψυχὴς ἐπέχοντος καὶ περιέποντος, καὶ τὰς σαρκικάς ἐπ. θυμίας ἀπωθουμένου· τῶν δὲ σαρκικῶν λογισμῶν παυσαμένων ἀφ´ ἡμῶν, παραλαβοῦσα τὴν ψυχὴν ἠρεμοῦσαν ἡ τοῦ Πνεύματος χάρις, τῶν μελλόντων ἐκείνων καὶ ἀποῤῥήτων ἀγαθῶν, ἃ ὀφθαλμὸς ἐμπαθοῦς καὶ ἀμελοῦς οὐκ εἶδε, καὶ οὐς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη τοιούτου· καὶ ἡ γεῦσις αὕτη ἀῤῥαβών ἐστιν αὐτῶν, καὶ ἡ τοὺς ἀῤῥαβῶνας τούτων δεχομένη καρδία πνευματικὴ γίνεται, καὶ τῆς οἰκείας σωτηρίας λαμβάνει πληροφορίαν. Οὐκοῦν εἴ τις ἐθέλοι τὴν πληροφορίαν ταύτην κτήσασθαι, καὶ περὶ τῶν πνευματιάῶν ἀῥῥαβώνων τούτων ἀκριβῶς μαθεῖν, πολιτευέσθω καθάπερ νῦν ὑφηγήσατο καὶ ὑπέδειξεν ὁ λόγος· οὕτω γὰρ καὶ συμπολίτης ἔσται τῶν ἁγίων τοῦ θεοῦ, καὶ κοινωνὸς τῶν ἐπηγγελμένων ἐκείνοις αἰωνίων καὶ ἀποῤῥήτων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει δήξα, κράτος, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.