Ancient Greek
143
Gregorius Palamas, Homiliae 143
Unproofread scanNot analysed yet
ΟΜΙΛΙΑ ΚΑʹ. Εἰς τὴν Ὡοά λψιν τοῦ Κυρίου καὶ Θεοῦ κιμ´ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ἐν καὶ πως ἀναπληροῦται τὸ νομικῶν Σάββατον, ἑώρταζον Ἰουδαῖοι τὸ Πάσχα τὸ νομικὸν, τὴν ἐξ Αἰγύπτου πρὸς τὴν γῆν τῆς Παλαιστίνης διάβασιν· ἑορτάσαμεν καὶ ἡμεῖς τὸ Πάσχα τὸ εὐαγγελικὸν, τὴν τῆς ἡμετέρας ἐν Χριστῷ φύσεως ἐκ θανάτου πρὸς ζωὴν, ἐκ φθορᾶς πρὸς ἀφθαρσίαν διάβασιν· ἆρά τις ἐξειπεῖν δυνήσεται λόγος τὴν ἐντεῦθεν ἀναφερομένην ἐπὶ τὸ κρεῖττον διαφορὰν πρὸς τὰ σεμνὰ τῆς παλαιᾶς νομοθεσίας ἐκείνης, καὶ τὰς ὑποθέσεις τῶν πανηγύρεων; Ἀλλ´ ἀνθρώπινος μὲν λόγος οὐδὲ ταύτην ἀξίως εἴποι τὴν ὑπεροχὴν ὅση· ἡ τοῦ ἀνωτάτω Πατρὸς ἐνυπόστατος σοφία, ὁ τοῦ Θεοῦ προαιώνιος καὶ ὑπερούσιος Λόγος, Ὁ φιλανθρώπως ἑνωθεὶς ἡμῖν καὶ συναναστραφεὶς, ἔργων νῦν ἀνέδειξεν ὑπόθεσιν ἑορτῆς, καὶ τῆς ὑπεροχῆς ταύτης ὑπερτέραν διαφερόντως· καὶ νῦν γὰρ διάβασιν τῆς ἐν αὐτῷ φύσεως ἡμετέρας ἑορτάζομεν οὐκ ἀπὸ τῶν ὑπογείων ἐπὶ τὴν γῆν, ἀλλ´ ἀπὸ γῆς ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ τὸν ἐπέκεινα τούτου θρόνον τοῦ τὰ πάντα δεσπόζοντος. Σήμερον γὰρ οὐ μόνον ἔστη μετὰ τὴν ἀνάστασιν ἐν μέσῳ τῶν αὐτοῦ μαθητῶν ὁ Κύριος, ἀλλὰ καὶ διέστη ἀπ´ αὐτῶν, καὶ αὐτῶν ὁρώντων ἀνελήφθη εἰς τὸν οὐρανὸν, καὶ ἀνῆλθε καὶ εἰσῆλθεν εἰς τὰ ὄντως ἅγια τῶν ἁγίων, καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Πατρὸς ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας, καὶ παντὸς ὁνόματος καὶ ἀξιώματος, εἴτε ἐν τῷ νῦν αἰῶνι, εἴτε ἐν τῷ μέλλοντι γινωσκομένου καὶ ὀνομαζομένου. Ὥσπερ δὲ ἀναστάσεις πρὸ τῆς τοῦ Κυρίου ἀναστάσεως πολλαὶ γεγόνασιν, οὕτω καὶ πολλαὶ ἀναλήψεις πρὸ τῆς αὐτοῦ ἀναλήψεως· καὶ Ἱερεμίαν γὰρ τὸν προφήτην ἀνέλαβε πνεῦμα, καὶ τὸν Ἀββακοὺμ ἄγγελος, μάλιστα δὲ τῶν ἄλλων ὁ Ἐλίας ἄρματι πυρὸς ἀναληφθεὶς ἀναγέγραπται. Ἀλλ´ οὐδ´ οὗτος ὑπερέβη τὴν Κπερίγειον λῆξιν, ἀλλ´ οἱόν τις μετάθεσις ἡν ἡ ἐκάστου τούτων ἀνάληψις, ἀπὸ γῆς αἴρουσα, καὶ τῶν περὶ γῆν οὐκ ἐξάγουσα· καθάπερ καὶ οἱ ἀναστάντες ἐκεῖνοι πάλιν εἰς γῆν ἐπέστρεψαν, τελευτήσαντες ἄπαντες· Χριστοῦ δὲ ὥσπερ ἐκ νεκρῶν ἀναστάντος θάνατος αὐτοῦ οὐκέτι κυριεύει, οὕτω καὶ ἀναληφθέν τος καὶ καθίσαντος ἐν ὑψηλοῖς, πᾶνιὕψωμα κατώτερόν ἐστιν αὐτοῦ, τοῖς πᾶσι μαρτυροῦν, ὅτι αὐτός ἐστιν ὁ ἐπὶ πάντων Θεός. Καὶ τοῦτό ἐστι τὸ ἐμφανές Κρος τοῦ Θεοῦ κατὰ τὸν Ἡσαίαν, καὶ ὁ ἐπ´ ἄκρων πάντων τῶν λογικῶν ὀρέων οἷκος τοῦ Θεοῦ, τὸ σωμα τὸ δεσποτικόν· οὐ γὰρ ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ´ αὐτὸς ὁ Κύριος διὰ σαρκὸς ἦλθε καὶ ἔσωσεν ἡμᾶς, καθ´ ἡμᾶς δι´ ἡμᾶς γενόμενος, καὶ μείνας ἀναλλοιώτως Θεός. Ὥσπερ δὲ κατῆλθεν οὐ μεταβὰς, ἀλλὰ συγκαταβὰς, οὕτως ἐπανέρχεται πάλιν, οὐ τῇ θεότητι μεταβαίνων, ἀλλ´ ἐνθρονίζων ἄνω τὴν ἡμετέραν ῆν ἀνέλαβε φύσιν· ἔδει γὰρ ἀληθῶς ἐκεῖ προσενε χθῆναι τῷ Θεῷ τὴν πρωτότοκον ἐκ τῶν νεκρῶν ἡμῶ φύσιν, οἴόν τινα πρωτογεννημάτων ἀπαρχὴν ὑπερ παντὸς τοῦ γένους. Διὰ τοῦτο πολλῶν γεγενημένων ἀναστάσεών τε