Ancient Greek
145.1 to 145.18
Gregorius Palamas, Homiliae 145.1-18
Unproofread scanNot analysed yet
πληγῶν ἐπεφέροντο, πρὸς πίστωσιν τοῦ σωτηρίου πάθους. Ἐμοὶ δὲ διὰ τοῦ, «Ἔστη ἐν μέσῳ τῶν μαθητῶν,» δοκεῖ δείκνυσθαι καὶ τὸ στηριχθῆναι τούτους ἐν τῇ πίστει αὐτοῦ, διὰ τῆς αὐτοῦ τοιαύτης ἐμφανείας καὶ εὐλογίας· οὐ γὰρ μόνον ἔστη ἐν μέσῳ πάντων αὐτῶν, ἀλλὰ καὶ ἐν μέσῳ τῆς ἐκάστου καρδίας ἔστη, καὶ ἐστηρίχθη διὰ τῆς πίστεως· ὡς εἶναι καὶ ἐπ´ αὐτῆς ἑκάστης λέγειν ἐκεῖνο τὸ ψαλμικόν· «Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσεται·» ἐξ ἐκείνου γὰρ ἑδραῖοι καὶ ἀμετακίνητοι γεγόνασιν οἱ τοῦ Κυρίου ἀπόστολοι. Ἔστη οὖν ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς, «Εἰρήνη ὑμῖν·» τὸ γλυκὺ τοῦτο καὶ ἐντριβὲς καὶ σύνηθες αὐτῷ πρόσρημα. Διττῆς δὲ οὔσης τῆς εἰρήνης, ἤν τε ἔχομεν πρὸς τὸν Θεὸν, ἤτις γέννημά ἐστι μάλιστα τῆς εὐσεβείας, καὶ ἣν ἡμεῖς πρὸς ἀλλήλους ἔχομεν, ἥτις ἀπὸ τῆς κατὰ τὸ Εὐαγγέλιον φωνῆς πέφυκε γεννᾶσθαι, ἀμφοτέρας ἐνταῦθα δι´ ἑνὸς προσρήματος ἔδωκεν ὁ Κύριος· καὶ καθάπερ αὐτοῖς προσέταξε ποιεῖν, ὅτε πρἅτον ἀπέστειλεν αὐτοὺς, εἰπών· «Εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, λέγετε, Εἰρήνη τῷ οἴκῳ τούτῳ,» οὕτω καὶ αὐτὸς ποιεῖ· εἰσελθὼν εἰς τὴν οἰκίαν ἐν ᾗ ἦσαν συνηγμένοι, πάραυτα τὴν εἰρήνην ἔδωκεν. Ὡς δὲ τῷ ἀνελπίστῳ καὶ παραδόξῳ τῆς θέας πτοηθέντας αὐτοὺς καὶ ταραχθέντας εἶδεν· ἐδόκουν γὰρ, φησί, πνεῦμα θεωρεῖν, δηλονότι φαντασίαν εἶναι τὸ ὁρώμενον· αὐτὸς πάλιν τὰ κινήματα τῆς αὐτῶν καρδίας ἀπαγγείλας αὐτοῖς, καὶ δείξας αὐτὸς ἐκεῖνος ὢν, πρὸς θν καὶ πρὸ τοῦ πάθους καὶ τῆς ἀναστάσεως ἔλεγον· «Νῦν οἴδαμεν,. ὅτι οἶδας πάντα, καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ,» τὴν διὰ τῆς ἐξετάσεως καὶ ψηλαφήσεως πληροφορίαν προέτεινεν. Ὡς δὲ προδεξαμένους αὐτοὺς τὴν ἀλήθειαν ΑΡ εἰδε, διὰ τῆς ἐξετάσεως ἐβεβαίωσεν ἔτι ταύτην· ἅμα δὲ καὶ τὴν πρὸς αὐτοὺς εἰρήνην καὶ κοινωνίαν τροφῆς αὐτῶν ὁρώντων προσενεγκάμενος. «Ἔτι γὰρ, φησὶν, ἀπιστούντων αὐτῶν καὶ θαυμαζόντων,» οὐκέτι γε μὴν ἐκ διχονοίας, ἀλλ´ ἀπὸ τῆς χαρᾶς, «εἶπεν αὐτοῖς·