Ancient Greek
144
Gregorius Palamas, Homiliae 144
Unproofread scanNot analysed yet
καὶ ἀναλήψεων οὐδεμίαν ἡμεῖς ἑορτάζομεν, ὡς τὴν τοῦ Κυρίου ἀνάστασιν καὶ ἀνάληψιν, ἐπεὶ καὶ τῶν ἄλλων ἐκείνων οὕτε μετέχομεν, οὔτε μεθέξομεν ἡμεῖς. Ὠφελήμεθα δὲ ἐξ αὐτῶν οὐδὲν πλέον, ἢ τὸ πρὸς πίστιν ἀνάγεσθαι τῆς τοῦ Σωτῆρος ἡμῶν ἀναστάσεώς τε καὶ ἀναλήψεως, ἦς καὶ μετέχομεν, καὶ μεθέξομεν ἅπαντες· αὕτη γὰρ τῆς φύσεως τῆς ἀνθρωπίνης ἀνάστασίς ἐστι καὶ ἀνάληψις, καὶ οὐχ ἀπλῶς τῆς ἀνθρωπίνης φύσεως, ἀλλὰ καὶ τῶν εἰς Χριστὸν πιστευόντων, καὶ τὴν πίστιν δι´ ἔργων ἐπιδεικνυμένων ἑκάστου· ὃ γὰρ γέγονε, δι´ ἡμᾶς γέγοναν ὁ Κύριος, ἀγέννητός τε καὶ ἄκτιστος ὢν κατὰ τὴν οἰκείαν θεότητα· καὶ ὃν ἔζησε βίον, δι´ ἡμᾶς ἔζησε, τρίβον ἡμῖν ὑποδεικνὺς τὴν πρὸς τὴν ὄντως ζωὴν ἐπανάγουσαν· καὶ ἅπερ ἔπαθε τῇ σαρκὶ, δι´ ἡμᾶς ἔπαθε, τὰ ἡμῶν ἐξιώμενος πάθη, καὶ διὰ τὰς ἡμετέρας ἁμαρτίας ἤχθη εἰς θάνατον, καὶ δι´ ἡμᾶς ἀνέστη καὶ ἀνελήφθη, προοικονομῶν ἡμῖν τὴν εἰς ἀπείρους αἰῶνας ἀνάστασιν καὶ ἀνάληψιν· πάντες γὰρ οἱ κληρονόμοι τῆς ζωῆς ταύτης μιμοῦνται, καθόσον ἐστὶ, τὴν πολιτείαν τῆς ἐπὶ γῆς οἰκονομίας αὐτοῦ. Ταύτης δὲ τῆς μιμήσεως ἀρχὴ μὲν ἡμῖν ἐστι τὸ ἅγιον βάπτισμα, τύπος ὃν τῆς τοῦ Κυρίου ταφῆς τε καὶ ἀναστάσεως, μεσότης δὲ ὁ ΠρΑ κατ´ ἀρετὴν βίος, καὶ ἡ κατὰ τὸ Εὐαγγέλιον πολιτεία, τέλος δὲ ἡ διὰ τῶν πνευματικῶν ἀγώνων κατὰ τῶν παθῶν νίκη, ζωὴν προξενοῦσα τὴν ἀνώδυνον καὶ ἀνώλεθρον καὶ οὐράνιον· καθάπερ καὶ ὁ Ἀπόστολος πρὸς ἡμᾶς φησιν, ὅτι «Εἰ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζκσεσθε.» Μιμοῦνται τοίνυν οἱ κατὰ Χριστὸν ζῶντες τὴν ἐν σαρκὶ πολιτείαν αὐτοῦ· ἀποθνήσκουσι κέντοι κατὰ καιρὸν ἕκαστος, ἐπεὶ κἀκεῖνος ἀπέθανε τῇ σαρκὶ, καθ´ ἡν καὶ ἀναστήσονται κατ´ ἐκεῖνον δεδοξασμένοι καὶ ἄφθαρτοι, κἂν μὴ νῦν, ἀλλ´ ὅτε καιρός· εἶτα καὶ ἀναληφθήσονται, ὡς ὁ αῦλος καὶ τοῦτό φησιν· «Ἀρπαγησόμεθα γὰρ, φησὶν, ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.» Ὁρᾶτε πῶς ἕκαστος ἡμῶν, εἴγε βούλεται, κοινωνὸς ἔσται καὶ τῆς ἀναστάσεως τοῦ Κυρίου καὶ τῆς ἀναλήψεως, καὶ κληρονόμος μὲν Θεοῦ, συγκληοονόμος δὲ Χριστοῦ; Διὰ τοῦτο χαίρομεν, ἑορτάζοντες τὴν τῆς φύσεως ἡμῶν ἀνάστασιν καὶ ἀνύψωσιν καὶ ἀνίδρυσιν, καὶ τὴν καταρχὴν τῆς ἑκάστου τῶν πιστευόντων ἀναστάσεώς τε καὶ ἀναλήψεως, προτιθέντες εἰς μέσον τὰς σήμερον ἀναγνωσθησομένας εὐαγγελικὰς φωνὰς, ὅτι Ἀναστὰς ὁ Κύριος ἔστη ἐν μέσῳ τῶν μαθητῶν αὐτοῦ. Διατί οὖν ἔστη ἐν μέσῳ αὐτῶν, εἶτα καὶ συνώδευσεν αὐτοῖς; «Ἐξήγαγε γὰρ αὐτοὺς, φησὶν, ἔξω ἕως εἰς Βηθανίαν,» ἀλλὰ, «Καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς;» Ἵνα σῶον ὅλον ἑαυτὸν ἐπιδείξῃ καὶ ἀσινῆ, ἵνα τοὺς πόδας ἐῤῥωμένους ὄντας παραστήσῃ καὶ βεβηκότας ἀσφαλῶς, τοὺς τὰς τρήσεις τῶν ἥλων ὑπομείναντας, τὰς ὁμοίως ἐπὶ τοῦ σταυροῦ προσηλωμένας χεῖρας, αὐτὴν τὴν λογχευθεῖσαν πλευρὰν, εἰ καὶ τοὺς τύπους τῶν