Ancient Greek
151
Gregorius Palamas, Homiliae 151
Unproofread scanNot analysed yet
διὰ τῆς ἀγαθῆς τοῦ ἀγαθοῦ συμβουλῆς αὖθις ζωοποιούμεθα· καὶ ἐπειδήπερ ὁ τοῦ θανάτου σύμβουλος ἡδονὴν εἶχε καὶ δόξαν καὶ ἄνεσιν, τὰ θέλγοντα καὶ κατασπῶντα τῶν ἄνω τὸ ἡμέτερον γένος, διὰ τοῦτο ὁ τῆς ἀληθινῆς ζωῆς σύμβουλος, αὐτός τε ἀδεύει ποδηγῶν, καὶ ἡμῖν στενήν καὶ τεθλιμμένην ὑφηγεῖται τὴν πρὸς τὴν ἄνω φέρουσαν ζωὴν, «Σπουδάσατε, Π Ρ λέγων, εἰσελθεῖν διὰ τῆς στενῆς πιύλης·» καὶ,«Στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡἀπάγουσα εἰς τὴν ζωήν, ἐπεὶ καὶ πλατεῖα καὶ εὐρύχωρος ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν·» ἢν ὁδὸν τῆς ἀπωλείας ἀλλαχοῦ σαφέστερον ἀπαγορεύων, «Οὐαὶ, φησὶν, οἱ πλουτοῦντες, οὐαὶ οἱ ἐμπεπλησμένοι, οὐαὶ ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι·» τοὺς φιλοδόξους καὶ φιληδόνους καὶ φιλαργύρους διὰ τούτων ταλανίζων. Καὶ πάλιν· «Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς·» καὶ, «Ὁρᾶτε μήποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς·» καὶ, «Πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ μὴ ζητοῦντες;» Καὶ ἀπὸ μὲν τῆς πρὸς θάνατον ἀγούσης διὰ τῶν τοιούτων ἀφαρπάζει λόνων· τὴν δὲ τῆς ζωῆς ὁδὸν ἀλλαχοῦ πάλιν ἐμφανίζει μακαρίζων· «Μακάριοι οἱ πτωχοί. Μακόριοι οἱ ἐλεήμονες. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης·» καὶ, «Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ·» καὶ, «Πᾶς ὃς ἀφῆκεν οἰκίαν ἢ ἀγροὺς, ἥ τι ἄλλο τῶν γηΐνων ἕνεκεν ἐμοῦ καὶ τοῦ Εὐαγγελίου, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει.» Καὶ τὸν μὲν θυμὸν ἐπὶ τοσοῦτο συνέστειλεν, ὡς καὶ τὴν ὁργὴν ἴσην ἀποφήνασθαι φόνῳ, ὑπὸ τὴν αὐτὴν τούτῳ καταδίκην θέμενος, καὶ τὸν ἐξ ὀργῆς εἰς λοιδορίαν κατά τινος κεκινημένον ἔνοχον εἶναι τῆς γεέννης τοῦ πυρός. Τὴν δὲ πραότητα οὐκ ἐμακάρισε μόνον, ἀλλὰ καὶ βραβείων τῶν μεγίστων ἠξίωσε. Τὴν ἀκολασίαν δὲ ἐπὶ τοσοῦτον ἐκόλασεν, ὡς καὶ τὸ πρὸς ἀλλοτρίαν ἐμπαθὲς καὶ περίεργον βλέμμα μοιχείαν ἀποκαλέσαι. Τὸν δ´ ἁγνείας μεταποιούμενον, μετὰ τοῦ μακορίσαι, καὶ θεόπτην ἔσεσθαι διατείνεται. Τί δέ; τὴν ἐπιορκίαν οὐκ ἐπὶ τοσοῦτον ἔδειξεν ἀπώμοτον, ὡς καὶ τὴν εὐορκίαν ἀπαγορεῦσαι, καὶ παντὸς ἐκτὸς τοῦ ναὶ, καὶ τοῦ οὖ, ἐκ τοῦ πονηροῦ ἀποφήνασθαι; Ἔστω, λέγων, δ λόγος ὑμῶν ναὶ ναὶ, οὓ οὐ, τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστι.» Τί δέ ἐστιν ὁ διπλασιασμὸς οὕτος; Οἷον τὸ παρ´ ἡμῶν ναὶ ἢ οὐ λεγόμενον, τὴν ἀπὸ τῶν πραγμάτων ἐχέτω συμφωνίαν· οὕτω γὰρ ἔσται τὸ ναὶ ναὶ, καὶ τὸ οὖ οὕ· εἰ δὲ μὴ, τὸ ναὶ ἔσται οὕ, καὶ τὸ οὓ ναὶ, δ σαφῶς ἐστι τοῦ διαβόλου· ἐκεῖνος γὰρ ὅταν λαλῇ τὸ ψεῦδος ἐκ τῶν ἰδίων λαλεῖ, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν. Ἀλλὰ τὰ μὲν λεγόμενα καὶ πραττόμενα παρ´ ἡμῶν οὕτω συνέστειλέ τε καὶ περιέστειλεν εἰς ἀλήθειαν, καὶ δικαιοσύνην, καὶ ἁγνείαν, καὶ ἀοργησίαν περικλείσας ἡμῶν τὸν βίον. Τί δὲ πρὸς τοὺς καθ´ ἡμῶν ὀργιζομένους, καὶ λόγῳ καὶ ἔργῳ ἀντιπίπτοντας καὶ ἐπεμβαίνοντας, πῶς διακεῖσθαι οοεορΟΟΩ