Ancient Greek
152
Gregorius Palamas, Homiliae 152
Unproofread scanNot analysed yet
νουθετεῖ; «Νίκα, φησὶν, ἐν τῷ ἀγαθῷ τὸ κακὸν, καὶ δίδου τόπον τῇ ὀργῆ, καὶ μὴ ἀντιστῇς τῷ πονηρῷ, μηδὲ ἀποδώσῃς κακὸν ἀντὶ κακοῦ, ἢ λοιδορίαν ἀντὶ λοιδορίας, ἀλλ´ ἀγαπᾶτε τοὺς ἐχθροὺς, εὐλογεῖτε τοὺς καταρωμένους, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων.» Τί δὲ τὸ τοῦ βιαίου τούτου βίου τέλος, καὶ τῶν ἀγώνων τὸ ἔπαθλον; «Ὅπως γένησθε, φησί, υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐραιοῖς,» καὶ κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ, καὶ ζωὴν ἀθάνατον σχοίητε, καὶ βασιλείαν ἄῤῥητον, ἀσάλευτον, ἀδιάδοχον παραλάὄητε, εἰς αἰῶνας ἀπείρους τῷ Θεῷ συζῶντες καὶ συμβασιλεύοντες. Ἴστε τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν τίς ἐστι; καὶ διατί παρὰ ἡμῶν ἀπαιτεῖται, ΙΟ καὶ πρὸς ποίαν δόξαν καὶ χαράν καὶ κέρδος φέρει τὸν δι´ αὐτῆς ἰέναι προαιρούμενον; Ἀρα εἴ τίς σε πολυετῆ ποιήσειν ὑπισχνεῖτο, ἐὰν μόνον ὑπακούσῃς αὐτῷ, οὐκ ἂν προθύμως ὑπῆλθες τὴν ὑπακοὴν, εἰ μή τι τῶν ἀδυνάτων ἀπαιτῶν ἦν; Εἰ δὲ καὶ ὑγείαν καὶ δόξανκαὶ ἡδονὴν προσυπισχνεῖτο, τῷ πολυετεῖ βίῳ συμπαρεκτεινομένην, τί οὐκ ἂν προῦπέστης ὑπὲρ τούτου; Εἰ δὲ καὶ βασιλείαν προσετίθει, καὶ βασιλείαν ἀπόλεμόν τε καὶ ἀνεπηρέαστον μετὰ μακροῦ τε καὶ ἀνόσου βίου, ἆρ´ οὐκ ἂν ἀνεπτερώθης, καὶ κοῦφον πᾶν ᾠήθης βαρὺ τὸ πρὸς ἐκείνην φέρον, ταῖς ἐλπίσι τρεφόμενος, καὶ ὡς παρούσης ἀπολαύειν τῆς ἐλπιζομένης, εἴπερ ἀληθῆ λέγοντα ᾠήθης· Εἴτα πολυχρονίου μὲν ζωῆς ἐπιθυμοῦμεν, τῆς αἰωνίου δὲ ζωῆς οὐ ποιησόμεθα λόγον; Καὶ βασιλείαν μὲν εἰ καὶ μακρὰν, ἀλλ´ ὅμως ἔχουσαν τέλος, καὶ δόξαν καὶ χαρὰν εἰ καὶ μεγάλην, ἀλλ´ ὅμως ἀπανθοῦσαν, καὶ πλοῦτον τῷ βίῳ τούτῳ συγκαταλυόμενον, οὕτω ποθήσομεν, καὶ ὑπὲρ τούτου πονήσομεν, τὰ δὲ μετὰ τῆς ὑπερβολῆς καὶ ἀκήρατα ὄντα καὶ ἀτελεύτητα οὐκ ἐκζητήσομεν, οὐδὲ μικρὰν ὑπομενοῦμεν βίαν ὑπὲρ τῆς αὐτῶν κληρονομίας; Καίτοι βασιλείαν ἀπόλεμον ὑπεθέμεθα, ἥτις οὐκ ἂν γένοιτο ἐπὶ τῆς γῆς, καὶ βίον ἄλυπον, ὃν οὐκ ἂν εὔροις, εἰ μὴ ἐν τοῖς οὐρανοῖς. Ὥστε εἰ ταῦτα ποθεῖ τις, πρὸς τὸν οὐρανὸν τρεχέτω· καὶ εἴτε ῥαδία εἴτε δύσκολος ἡ πρὸς αὐτὸν ἄγουσα, δι´ ἐκείνης ὁδευέτω, τῇ ἐλπίδι χαίρων καὶ τῇ θλίψει ὑπομένων. Ἴστε πάντες, ὑπὲρ ὧν εἰς πόνους καὶ θανάτους ἐαυτοὺς παραδιδόασιν ἄνθρωποι. Οὐ μικροῦ σιτηρεσίου ὁ στρατιώτης πρὸς κινδύνους ἀνηκέστους καὶ σφαγὰς παρασκευάζεται; Οὐ μικρᾶς προσθήκης ὁ ἔμπορος καταποντισμοῦ περιφρονεῖ, καὶ πνευμάτων καὶ ἀγρίων ἀνθρώπων ἐπὶ γῆς καὶ θαλάττης ἐπηρείας ἐπιφερόντων; Οὐ μικρᾶς μάζης πολλάκις δοῦλοι γίνονται πολλοὶ δεσποτῶν ἀπανθρώπων· Ἡμεῖς δὲ οὐ δουλεύσομεν τῷ φύσει φιλανθρώπῳ Δεσπότῃ; οὐ προκινδυνεύσομεν τῆς ζωῆς; οὐκ ἐκφορήσομεν τὰ περιττὰ τῶν κτημάτων, ἵνα κτησώμεθα τὸν οὐράνιον πλοῦτον; οὐχ ὑπομενοῦμεν τὴν ἐξ ἀνθρώπων ἀδοξίαν, καὶ ταῦθ´ ὡς τὰ πολλὰ φαύλων, ἵνα θείας ἐπιτύχωμεν δόξης, τὴν θνητὴν ἀντιδιδόντες τῆς ἀθανάτου; οὐ πεινάσομεν μετρίως, οὐδὲ διψήσομεν, ἵνα φάγωμεν τὸν ἐξ οὐρανοῦ καταβάντα