Ancient Greek
153
Gregorius Palamas, Homiliae 153
Unproofread scanNot analysed yet
τῆς ζωῆς ἄρτον, καὶ πίωμεν τοῦ ὄντως ὕδατος ζῶντος, ὡν ὁ καταξιωθεὶς φαγεῖν τε καὶ πιεῖν οὐ μὴ πεινάσῃ, οὐδ´ οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα οὐ καθαροῦμεν τὸν τῆς ψυχῆς ὀφθαλμὸν, ἀπεχόμενοι παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἵν´ ἴδωμεν τὸν πρὸ ἡλίου φωστῆρα, μᾶλλον δὲ γενώμεθα τέανα τοῦ φωστῆρος ἐκείνου, καὶ φωστῆρες ἄλλοι κατὰ μέθεξιν, ζωῆς ἐπέχοντες λόγον; Μὴ, παρακαλῶ, ἀδελφοὶ, μὴ προκρίνωμεν τοῦ φωτὸς τὸ σκότος· τοῦ Θεοῦ τὸν διάβολον· τῆς ἐνθέου καὶ ἀτδίου θυμηδίας τὴν θανάτου καὶ γεέννης διάκονον ἡδονήν· τῆς πλουτοποιοῦ ἀγάπης τὴν πλουσίαν τῆς φθορᾶς κτῆσιν· τὴν ὕλην τῆς τηγανιζούσης αἰωνίως τοὺς κακῶς κτησαμένους φλογὸς, καθάπερ διὰ τῆς τοῦ πλουσίου παραβολῆς ἐφανέρωσεν ἡμῖν ὁ Κύριος· ἀλλὰ ζήσωμεν καθάπερ αὐτὸς ἔζησε, καὶ ὡς αὐτὸς ὑπέδειξε καὶ ἐδίδαξε, καθ´ ἡμᾶς γενόμενος· καὶ ἄραντες τὸν σταυρὸν, ἀκολουθήσωμεν αὐτῷ, σταυρώσαντες τὴν σάρκα σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, ἵνα καὶ συνδοξασθῶμεν αὐτῷ καὶ συναναστῶμεν, καὶ μετὰ τὴν ἀνάστασιν ἀναληφθῶμεν πρὸς αὐτὸν, ὡς καὶ αὐτὸς ἀνελήφθη σήμερον πρὸς τὸν Πατέρα· στὰς γὰρ ἐν μέσῳ τῶν μαθητῶν, ὡς ὁ Λουκᾶς φησι, μᾶλλον δὲ φανεὶς, καθάπερ ὁ Μάρκος γράφει· καὶ γὰρ οὐ τότε ἐφίστατο, ἡνίκα ἐφαίνετο, ἀλλ´ ἀεὶ μὲν συμπαρῆν αὐτοῖς, ἐδείκνυτο δὲ φανερῶν ἐαυτὸν, ἡνίκα ΠΑρ ἐβούλετο· στὰς οὖν σήμερον ἐν μέσῳ τῶν μαθητῶν αὐτοῦ τὴν παραγγελίαν αὐτοῖς ἔδωκε τοῦ κηρύγματος, καὶ τὴν ἐπαγγελίαν ἐχαρίσατο τοῦ Πνεύματος, καὶ τοῦ συνεῖναι αὐτοῖς μέχρι τῆς συντελείας· καὶ μετὰ τοὺς λόγους τούτους 2νατείνας τὰς χεῖρας, εὐλόγησεν αὐτοὺς, καὶ ὁρώντων ἀνυψώθη, δείξας ὅτι καὶ οἱ ὑπακούσαντες αὐτῶ μετὰ τὸ ἀναστῆναι, πρὸς Θεὸν ἀνυψωθήσονται. Διαστὰς οὖν αὐτῶν τῷ σώματι· τῇ γὰρ θεότητι συνῆν αὐτοῖς· κατὰ τὴν πρὸς αὐτοὺς ἐπαγγελίαν, ὑπερυψωθεὶς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρὸς μετὰ τοῦ ἡμετέρου φυράματος. Ὡς οὖν ἐκεῖνος ἐβίω καὶ ἀπεβίω, καὶ ἀνέστη καὶ ἀνελήφθη, οὕτω καὶ ἡμεῖς ζῶμεν καὶ ἀποθνήσκομεν, καὶ ἀναστησόμεθα πάντες· τῆς δὲ ἀναλήψεως οὐ πάντες τευξόμεθα, ἀλλ´ ὅσοις τὸ ζῇν Χριστός ἐστι, καὶ τὸ δι´ αὐτὸν ἀποθκνεῖν κέρδος, ὅσοι πρὸ τοῦ θανάτου τὴν ἀμαρτίαν διὰ μετανοίας καὶ τῆς εὐαγγελικῆς πολιτείας ἐσταύρωσαν· οὗτοι γὰρ μόνοι μετὰ τὴν κοινὴν ἀνάστασιν ἀναληφθήσονται ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα· καὶ γὰρ καὶ αὐτὸν ἀναλαμβανόμενον νεφέλη ὑπέλαβεν, ὡς ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι πῶν ἀποστόλων ἱστόρησεν. Ἀλλ´ ὡς οἱ μαθηταὶ μετὰ τὸ ἀναληφθῆναι, μὴ ὁρῶντες αἰσθητῶς, ἀλλὰ τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς, ὅμως προσκυνήσαντες αὐτὸν, ἐπὶ τὴν εἰρήνην καταπαύσωμεν, ἐν ἡμῖν τε αὐτοῖς καὶ μετ´ ἀλλήλων εἰρηνεύοντες· Ἱερουσαλὴμ γὰρ εἰρήνη ἐρμηνεύεται· καὶ ἐν τῷ καθ´ ἡμᾶς αὐτοὺς ὑπερῴῳ τῷ νῷ γενόμενοι, καὶ τούτῳ παραμένοντες καὶ προσευχόμενοι, καθαίρωμεν ἑαυτοὺς τῶν ἐμπαθῶν καὶ χαμαιζήλων λογισμῶν· οὕτω γὰρ καὶ τῆς ἐπιδημίας τευξόμεθα τοῦ Παρακλήτου, καὶ ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνήσομεν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνα τῶν αἰωνων. Ἀμήν.