Ancient Greek
166.1 to 166.11
Gregorius Palamas, Homiliae 166.1-11
Unproofread scanNot analysed yet
Πνεῦμα τὸ ἅγιον, συνδημιουργοῦν τῷ Πατρὶ καὶ τῷ Υἱῷ κατὰ καιρὸν τὰ δημιουργηθέντα, καὶ συνανακαινίζον τὰ παραφθαρέντα, καὶ συνέχον τὰ διαμένοντα· πανταχοῦ παρὸν, καὶ τὰ πάντα πληροῦν, καὶ τὰ πάντα διέπον καὶ ἐφορῶν· Ποῦ γὰρ, φησὶ πρὸς τὸν Θεὸν ὁ Ἑαλμκδὸς, πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;» Οὐ πανταχοῦ δὲ μόνον, ἀλλὰ καὶ ὑπὲρ τοῦ πᾶν, οὐδ´ ἐν παντὶ αἰῶνι τε καὶ χρόνῳ, ἀλλὰ καὶ πρὸ παντὸς αἰῶνός τε καὶ χρόνου· καὶ οὐ μέχρι μόνον συντελείας αἰῶνος μεθ´ ἡμῶν ἔσται κατὰ τὴν ἐπαγγελίαν, ἀλλὰ πολλῷ μᾶλλον τρῖς ἀξίοις συμπαραμενεῖ, κατὰ τὸν μέλλοντα αἰῶνα, τὸ Πνεῦμα τὸ ἅγιον, ἀπαθανατίζον τούτων καὶ πληροῦν ἀιδίου δόξης καὶ τὰ σώματα, ὃ καὶ ὁ Κύριος δηλῶν ἔλεγε τοῖς μαθηταῖς· «Ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἷνα μένῃ μεθ´ ὑμῶν εἰς τὸν αἰῶνα·» σπείρεται γὰρ, φησὶν ὁ Ἀπόστολος, τουτέστιν ἐνθάπτεται καὶ κατορύττεται τῇ γῇ θανὸν σῶμα ψυχικὸν, ταυτὸ δ´ εἰπεῖν φυσικὸν, καὶ ψυχῇ καὶ σώματι κτιστὸν, τὸ συνεστάναι καὶ κινεῖσθαι Κσχόν· ἐγείρεται, τουτέστιν ἀναζῇ, Τὸ σῶμα πνευματικὸν, ταυτὸ δ´ εἰπεῖν ὑπερφυὲς, ὡς ὑπὸ τοῦ θείου Πνεύματος συνεστὼς καὶ διοικούμενον, καὶ τῆ διυλ. νάμει τοῦ Πνεύματος ἀθανασίαν καὶ δόξαν καὶ ἀφθαρσίαν ἠμφιεσμένον· «Ἐγένετο γὰρ, φησλν, ὁ πρῶτος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, ὁ δὲ ἔσχατος Ἀδὰμ εἰς Πνεῦμα ζωοποιοῦν· καὶ ὁ μὲν πρῶτος ἄνθρωπος ἐκ γῆς χοῖκὸς, ὁ δὲ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ· οἷος ὁ χοῖκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί, οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι.» Τίνες οὗτοι; Οἱ ἑδραῖοι καὶ ἀμετακίνητοι τῇ πίστει, καὶ περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε, καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου διὰ τῆς ποὸς αὐτὸν εὐπειθείας φορέσαντες· «Ὁ γὰρ ἀπειθῶν τῷ Υἱῷ, διὰ τοῦ αὐτοῦ πάλιν Εὐαγγελιστοῦ Ἰωάννης φησίν ὁ τοῦ Κυρίου πρόδρομος, οὐκ ὅψεται τὴν ζωὴν, ἀλλ´ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ´ αὐτόν·» ὀργήν δὲ Θεοῦ τίς ὑπομενεῖ;