Ancient Greek
166.12 to 166.19
Gregorius Palamas, Homiliae 166.12-19
Unproofread scanNot analysed yet
Φοβερόν, ἀδελφοὶ, τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· εἰ γὰρ χεῖρας πολεμίων δεδοίκαμεν, καὶ ταῦτα τοῦ Κυρίου λέγοντος, «Μὴ φοβηὴτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα·» τίς νοῦν ἔχων οὐ φοβηθήσεται Θεοῦ χεῖρας, ἐν ὀργῇ κατὰ τῶν ἀπειθούντων ἐπαιρομένας; Ὁργὴ γὰρ Θεοῦ ἀποκαλυφθήσεται ἐπὶ πᾶσαν ψυχὴν, τῶν ἐν ἀσελγείαις καὶ ἀδικίαις ἀνεπιστρόφως πορευομένων, καὶ τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων. Φύγωμεν οὖν τὴν ὀργὴν, καὶ σπεύσωμεν ἐπιτυχεῖν τῆς χρηστότητος καὶ συμπαθείας τοῦ παναγίου ἰλνεύματος διὰ τῆς μετανοίας. Ὁ μῖσος ἔχων πρός τινα καταλλαγήτω, καὶ πρὸς τὴν ἀγάπην ἐπανίτω, ἷνα μὴ τὸ μῖσος καὶ ἡ πρὸς τὸν πλησίον μάχη καταμαρτυρήσωσιν αὐτοῦ, ὡς μὴ τὸν Θεὸν ἀγαπῶντος· εἰ γὰρ τὸν ἀδελφόν σου ὃν ἑώρακας, οὐκ ἀγαπᾷς, τὸν Θεὸν ὃν οὐχ ἑώρακας, πῶς ἀγαπήσεις; Ἀγάπην ἐέ ἔχοντες πρὸς ἀλλήλους, τὴν ἀγάπην ἔχομεν τὴν ἀληθῆ, τὴν ἀνυπόκριτον, καὶ δι´ ἔργων ταύτην ἐπιὰεικνύμεθα, μηδὲν λέγειν τε καὶ πράττειν. μάλλον δε μηδὲ ἀκούειν ὑπομένοντες ὕβριν ἢ βλάβην φέρον τοῖς ἡμετέροις ἀδελφοῖς, ὡς καὶ ὁ ἠγαπημένος τῷ