Ancient Greek
167
Gregorius Palamas, Homiliae 167
Unproofread scanNot analysed yet
Χριστῷ Θεολογος ἐδίδαξεν ἡμᾶς· «ἀδελφοί, λέγων, μὴ ἀγαπᾶτε λόγῳ καὶ γλώσσῃ, ἀλλ´ ἔργω καὶ ἀληθείᾳ.» Ὁ πορνείᾳ, ἢ μοιχείᾳ, ἢ παραπλησίᾳ τινὶ τοῦ σώματος ἀκαθαρσίᾳ περιπεσὼν, ἀποσχέσθω τοῦ μυσαροῦ τούτου βορβόρου, καὶ καθαρισάτω ἑαυτὸν δι´ ἐξομολογήσεως, διὰ δακρύων, διὰ νηστείας καὶ τῶν παραπλησίων· πόρνους γὰρ καὶ μοιχοὺς τοὺς μὴ μετανοήσαντας κρινεῖ ὁ Θεὸς καὶ κατακρινεῖ, καὶ ἀποπέμψεται καὶ παραδώσει τῇ γεέννῃ καὶ τῷ ἀσθέστῳ πυρὶ, καὶ ταῖς ἄλλαις κολάσεσι ταῖς διαιωνιζούσαις, λέγων· ἀρθήτω ὁ βέβηλος καὶ ἐναγὴς, οὐ μὴ ἴδοι καὶ ἀπολαύσῃ τῆς δόξης τοῦ Κυρίου. Ὁ κλέπτων, ἢ καὶ φανερῶς ἁρπάζων καὶ πλεονεκτῶν, μηκέτι κλεπτέτω, μηδὲ πλεονεκτήτω, μηδὲ ἁρπαζέτω τὰ ἀλλότρια, ἀλλὰ καὶ ἀπὸ τῶν οἰκείων μεταδιδότω τοῖς μὴ ἔχουσι. Καὶ ἵνα συνελὼν εἴπω, εἰ θέλετε ζωὴν, ἡμέρας ἰδεῖν ἀγαθὰς, καὶ ῥυσθῆναι πῶν τε ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, τῶν τε νῦν ἐπικειμένων βαρβάρων, καὶ τῶν ἀποκειμένων τῷ ἀρχεκάκῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ κολαστηρίων ἐκείνων, ἐκκλίνατε ἀπὸ παντὸς κακοῦ καὶ ποιεῖτε τὰ ἀγαθά· «Μὴ πλανᾶσθε γὰρ, πρὸς Κορινθίους φησὶν ὁ Ἀπόστολος· οὔτε πόρνοι, οὕτε μοιχοί, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται. οὕτε πλεονέσται οὔτε λεουαοι, οὐ λοίσοροι, οὐχ ἅρπαγες ασιλείαν Θεοῦ κληρονομήσουσιν.» ούν κληρονομίαν μὴ ἔχων μετὰ Θεοῦ οὐδὲ τοῦ Θεοῦ ἐστιν, οὐδὲ Πατέρα ἔχει τὸν Θεόν. · ΙόΙ Ἀλλ´ ἠμεῖς ἀποστῶμεν, ἀδελφοί, παρακαλῶ, τῶν τῷ Θεῷ μεμισημένων ἔργων τε καὶ λόγων, ἵνα μετὰ παῤῥησίας ἐπικαλώμεθα Πατέρα τὸν Θεόν. Ἐπιστρέψωμεν πρὸς αὐτὸν ἐν ἀληθείᾳ, ἵνα καὶ οὖτος ἐπιστρέψηῃ πρὸς ἡμᾶς, καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀμαρτίας, καὶ ἀξίους ποιήσῃ τῆς αὐτοῦ θείας χάριτος. Οὕτω γὰρ καὶ νῦν καὶ εἰς τοὺς αἰῶνας ἑορτάσομεν, καὶ πανηγυρίσομεν ἐνθέως καὶ πνευματικῶς τὴν τῆς θείας ἐπαγγελίας τελείωσιν· τὴν τοῦ παναγίου Πνεύματος εἰς ἀνθρώπους ἔλευσιν καὶ ἀνάπαυσιν· τὴν τῆς μακαρίας ἐλπίδος ἔκβασιν καὶ συμπλήρωσιν, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν· ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΚΕʹ. Ἐκφωνηθεῖσα τῇ Γυριακῇ τῶν ἀγίων Πάντων. Θαυμαστὸς ὄντως ὁ Θεὸς ἐν τοῖς ἀγίοις αὐτοῦ Ὅταν γάρ τις ἐνθυμηθῇ τοὺς ὑπερφυεῖς τῶν μαρτύρων ἀγῶνας, πῶς ἐν ἀσθενείᾳ σαρκὸς τὸν ἰσχυρὸν ἐν κακίᾳ κατῄσχυναν, ὡς ἀνεπαισθήτως ἔχουσι τῶν ὀδυνῶν καὶ τῶν τραυμάτων ἀγωνιζόμενοι σώμασι, πρὸς πῦρ, πρὸς ξίφος, πρὸς ποικίλας καὶ θανατηφόρους βασάνων ἰδέας, διὰ τῆς καρτερίας ἀντιπαραταττόμενοι, καὶ τὰς μὲν σάρκας τεμνόμενοι καὶ τὰς ἁρμονίας διαλυόμενοι, καὶ τὰ ὁστᾶ συχτριβόμενοι, τὴν δὲ ὁμολογίαν τῆς εἰς Χριστὸν πίστεως σώαν διαφυλάττοντες καὶ ἄτμητον, καὶ ἀσινὴς καὶ ἀκράδαντον· ὅθεν καὶ ἡ ἀναντίῤῥητος αὐτοῖς ἐχαρίσθη σοφία τοῦ Πνεύματος, καὶ τῶν τεραστίων ἡ δύναμις· ὅταν τὴν ὑπομονὴν ἀναλογίσηται τῶν ὁσίων, πῶς ὡς