Ancient Greek
171
Gregorius Palamas, Homiliae 171
Unproofread scanNot analysed yet
βηλονότι. Οταν ὀὲ κατὰ τὸν ἐκτὸς ἡμῶν ἄνθρωπον παραδῷ τις ἑαυτὸν εἰς θάνατον, ἀπόλλυσι τὴν ψυχὴν αὐτοῦ, χωριζομένην ἀπ´ αὐτοῦ. Ὁ γοῦν ὑπὲρ τοῦ Χριστοῦ καὶ τοῦ Εὐαγγελίου οὕτως ἀπολέσας αὐτὴν ὄντως εὐρήσει ταύτην, ζωὴν οὐράνιον καὶ αἰώνιον ταύτῃ προξενήσας, καὶ ἐν τῇ ἀναστάσει τοιαύτην κομισάμενος, καὶ δι´ αὐτῆς τοιοῦτος καὶ αὐτὸς καὶ κατὰ σῶμα γεγονὼς οὐράνιος καὶ αἰώνιος. Ἀλλ´ ἐπειδὴ ταῦτα δύσκολά τε καὶ μεγάλα, καὶ τῶν τελείων μόνων, καὶ ὡς εἰπεῖν, ἀποστολικὰ, τὸ σταυρῶσαι τὴν σάρκα σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, τὸ ἕτοιμον εἶναι πρὸς ἀτιμίαν ἐσχάτην, καὶ τὸν αἴσχιστον ὑπὲρ τοῦ καλοῦ θάνατον, τὸ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἔνεκεν τοῦ Εὐαγγελίου, ὅπερ ἐφεξῆς φησι προϊὼν ὁ Κύριος, πρὸς παραμυθίαν τέ ἐστι τῶν οὕτως ἀγωνιζομένων ὑπὲρ φύσιν τῶν ἀτελεστέρων· «Ὁ γὰρ ὑμᾶς δεχόμενος,» τοὺς ἀποστόλους δηλονότι, καὶ τοὺς μετ´ ἐκείνους Πατέρας καὶ διδασκάλους τῆς εὐσεβείας, «ἐμὲ δέχεται, φησί, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με.» Τοῖς μὲν ὀὲ τελείοις ἐκείνοις ἑντεῦθεν ὑποδοχὴν ἑτοιμάζει, τοῖς δὲ μὴ τοιούτοις ἐκ τοῦ ὑποδέχεσθαι ἐκείνους τὴν σωτηρίαν πορίζει. Ἀλλ´ ὁρᾷς καὶ πόσος ὁ μισθὸς τοῖς δεχομένοις τοὺς κατὰ Θεὺν ζῶντας καὶ διδασκάλους τῆς ἀληθείας; ὁ γὰρ δεχόμενος αὐτοὺς τὸν Πατέρα καὶ τὸν Υἱὸν δέχεται. Πῶς ὀὲ δέχεσθαι τούτους χρή; Οὐ ξενίζειν μόνον καὶ ἀναπαύειν, ἀλλὰ καὶ ὑπακούειν. Διὸ ἀλλαχοῦ τοὺς ἀθετοῦντας φοβῶν. πρὸς τοὺς οἰκείους μαθητὰς ἔλεγεν· «Ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.» Ἀλλὰ καὶ ὁ ξενίζων καὶ ἀναπαύων τοὺς τοῦ Θεοῦ, ἐὰν διὰ τὸν Θεὸν τοῦτο πράττῃ, πολὺν λήψεται τὸν μισθόν· καὶ τοῦτο δηλῶν ὀ Κύριος, ἔλεγεν· «Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήψεται· καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήψεται.» Πῶς μισθὸν προφήτου καὶ μισθὸν δικαίου λήψεται; Ὡς ὁ Ἀπόστολός φησι· «Τὸ ἡμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ἡμῶν ὑστέρημα·» ὁ δὲ τὸν δίκαιον, ὡς δίκαιον, ὄντα, διὰ τὸν Θελν δεχόμενος καὶ ἀναπαύων, κἂν μὴ φιλοτίμως ἔχῃ, ἀλλὰ καὶ μικρά τινα δῷ, τὰ μεγάλα κερδανεῖ· «Ὃς γὰρ ἂν, φησὶ, ποτίσῃ ἕνα τῶν μικρῶν ΠᾤλΞ τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.» Ἐν ὀὲ τούτοις τοῖς ῥήμασι καὶ παραγγέλμασιν οὐ τῶν δικαίων μόνον καὶ τῶν μαθητῶν τὴν φροντίδα ποιεῖται, ἀλλὰ πολλῷ μᾶλλον τῶν δεχομένων αὐτῶν· εἰ γὰρ ἐκείνων μόνον ἐφρόντιζε, τὴν δοχὴν ἂν παρήλ νει μόνον, και τὴν δοχὴν ἐκείνων ἐζήτει καὶ τὴν ἀνάπαυσιν, ὅπως ἂν ἧν· νῦν δὲ προστιθεὶς, εἰς ὄνομα προφήτου καὶ μαθητοῦ καὶ δικαίου, δείκνυσι φροντίζων μᾶλλον τῶν δεχομένων, τὴν γνώμην αὐτῶν ἐπι τὸ κρεῖττον μεταποιῶν, ἵνα καὶ ὁ μισθὸς ἐπακολουθήσῃ τούτοις μετὰ τῆς ἀρετῆς. Ἡ ὀὲ Ἐκκλησία