Ancient Greek
172.1 to 172.11
Gregorius Palamas, Homiliae 172.1-11
Unproofread scanNot analysed yet
τοῦ Χριστοῦ τιμῶσα καὶ μετὰ θάνατον τοὺς κατὰ θεὸν ὡς ἀληθῶς ζήσαντας, καθ´ ἑκάστην ἡμέραν τοῦ Ἀνιαυτοῦ μνήμην ποιεῖται τῶν κατ´ αὐτήν μεταστάνων ἐντεῦθεν, καὶ τῆς ἐπικήρου ταύτης ζωῆς ἀποδημησάντων ἀγίων· τόν τε βίον ἑκάστου προτιθεῖσα τῆς ἡμῶν ἕνεκεν ὡφελείας, καὶ τὸ τέλος ὑποδεικνῦσα, εἴτε μετ´ εἰρήνης κεκοίμηται, εἴτε μαρτυρικῷ τέλει τὸν βίον κατέκλεισε. Νῦν δὲ μετὰ τὴν Πεντηκοστὴν ὁμοῦ πάντας συναγαγοῦσα, κοινὸν αὐτοῖς ἀναπέμπει τὸν ὕμνον, οὐ μόνον ὅτι πάντες ἀλλήλοις ἤνωνται, καὶ κατὰ τὴν δεσποτικὴν εὐχὴν ἕν εἰσιν· «Δὸς γὰρ αὐτοῖς, φησὶ πρὸς τὸν ἑαυτοῦ Πατέρα ἐν εὐαγγελίοις ὁ Κύριος, «ἵνα πάντες ἓν ὧσι, καθάπερ ἐγὼ, Πάτερ, ἐν σοὶ, καὶ σὺ ἐν ἐμοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἔν ὡσιν ἐν ἀληθείᾳ.» Οὐ μόνον τοίνυν διὰ τοῦτο κοινὸν αὐτοῖς πᾶσι τὸν ὕμνον ἀποδίδωσιν ἡ τοῦ Θεοῦ Ἐκκλησία, ἀλλ´ ὅτι καὶ σπουδὴ ταύτῃ διά τε τῆς ἀγίας Τεσσαρακοστῆς, καὶ τῆς μετ´ αὐτὴν Πεντηκοστῆς, πάντα τὰ ἔργα ἐκφῆναι καὶ ἀνυμνῆσαι τοῦ Θεοῦ. Ἐπεὶ οὖν πάντα ἐξεῖπεν, ὡς ἴστε· πῶς τὴν ἀρχὴν ὁ κόσμος οὗτος ἄπας ἐγένετο ὑπὸ Θεοῦ· πῶς ὁ Ἀδὰμ ἐξώσθη τοῦ παραδείσου καὶ τοῦ Θεοῦ· πῶς ὁ πάλαι λαὸς ἐκλήθη· πῶς καὶ αὐτοὶ παραβάντες ἐξώσθησαν τῆς πρὸς Θεὸν οἰκειότητος· πῶς ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς κλίνας οὐρανοὺς ὑπὲρ ἡμῶν κατῆλθε, καὶ ἔπραξεν ὁπὲρ ἡμῶν ἐξαίσια, καὶ ἐδίδαξε τὰ σωτήρια, ἔπαθέ τε καὶ ἀπέθανεν ὑπὲρ ἡμῶν, καὶ ἐτάφη ὡς ἄνθρωπος, καὶ ὡς Θεὸς ἀνέστη τριήμερος, καὶ εἰς οὐρανοὺς, ὅθεν καὶ κατῆλθεν, ὕστερον μετὰ σαρκὸς ἀνελήφθη, καὶ καθίσας ἐκ δεξιῶν τοῦ Πατρὸς, ἔπεμψεν ἐκεῖθεν τὸ πανάγιον Πνεῦμα· ἐπεὶ οὖν πάντα ταῦτα ἀνύμνησεν ἡ τοῦ Θεοῦ Ἐκκλησία, νῦν καὶ τὸ λεῖπον προστιθεῖσά τε ὁμοῦ καὶ δεικνῦσα, πόσους καὶ οἵους καρποὺς συνήγαγε πρὸς ζωὴν αἰώνιον ἡ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσία, καὶ ἡ τοῦ παναγίου Πνεύματος δύναμις, πάντων ὁμοῦ ποιεῖται τῶν ἁγίων τὴν μνήμην, καὶ πᾶσι τὸν ὕμνον καὶ τὴν τιμὴν ἀποδίδωσι σήμερον.