Ancient Greek
175.16 to 175.31
Gregorius Palamas, Homiliae 175.16-31
Unproofread scanNot analysed yet
μᾶλλον μὲν οὐν καὶ τούτων ἀνελλιπῶς ἔξεις μετὰ τῆς κατὰ ψυχὴν σωτηρίας, τοῦ Θεοῦ χορηγοῦντος· αὐτὸς γάρ ἐστιν ὁ ἀνοίγων τὴν χεῖρα αὐτοῦ, καὶ ἐμπιπλῶν πᾶν ζῶον εὐδοκίας· πρὸς ὃν καὶ ὁ Δαβίδ φησι· «Θέρος καὶ ἔαρ σὺ ἔπλασας αὐτά· . τὰ ὁρώμενα μόνον λέγων, ἀλλὰ καὶ τὰ τοῦ πνεύματος· διὸ καὶ τοῦ ἔαρος τὸ θέρος προέθηκεν· ἐὰν γὰρ μὴ ἐκκοπῇς φθάσας τῶν ἀπίστων, ἢ καὶ τῶν φαύλων ἔργων τε καὶ ἀνθρώπων, οὐκ ἐνεαρίσεις ταῖς ἀρεταῖς. Ἔστιν οὖν, ἔστιν, ἀδελφοὶ, καὶ θέρος καὶ ἔαρ καὶ σπόρος, οὐ σωματικὸς μόνον, ἀλλὰ καὶ λογικός· οὐδὲ λογικὸς μόνον, ἀλλὰ καὶ πνευματικὸς, ὥσπερ καὶ φυτεία καὶ τρυγητὸς, καὶ τὰ τούτοις ἀκόλουθα· ἐπει καὶ γεωργία τε καὶ γεώργιον. Τοῦ δὲ τοιούτου γεωργίου γεωργός εστιν ὁ Θεὸς, ὡς καὶ ὁ Ἀπόστολος πρὸς τοὺς Κορινθίους φησίν· «Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐτε.» Καὶ αὐτὸς ὁ Κύριος τοῖς μαθηταῖς ἔλεγεν· «Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· ἀ Ιατήρ μου ὁ γεωργός ἐστιν.» Καὶ ἀλλαχοῦ πάλιν περὶ ἑαυτοῦ· «Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ·» ὁ δὲ σπόρος οὗτος ὁ λόγος τῆς διδασκαλίας ἐστίν. Ἐπεὶ οὖν ὁ λόγος τῆς διδασκαλίμς οοοο ΟΟΙ