Ancient Greek
176
Gregorius Palamas, Homiliae 176
Unproofread scanNot analysed yet
τοῦ Πνεύματος σπέρματος ἔχει λόγον, ἔστι τοῦ σπέρου τούτου πάντως καὶ θερισμὸς τελούμενος διὰ πίστεως· καὶ τοῦτο δηλῶν πάλιν αὐτὸς ὁ Κύριος, ἀρχομένων προσέρχεσθαι πρὸς τὴν αὐτοῦ πίστιν πανδημεὶ τῶν ἀνθρώπων, πρὸς τοὺς οἰκείους μαθητὰς ἔλεγεν· «Ἐπάρατε τοὺς ὁφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη, καὶ ὁ θερίζων μισθόν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον.» Καθάπερ γὰρ ὑπὸ τῆς τοῦ αἰσθητοῦ ἡλίου θέρμης, οἱ στάχυες ξηραινόμενοι, καὶ τὴν ἀπὸ τῆς ὑγρότητος ἀποτιθέμενοι βαφὴν λευκαίνονται, καὶ ἦΚΘ πρὸς θερισμὸν καὶ συγκομιδὴν πεφύκασιν ἕτοιμοι· οὔτω καὶ τότε τοῦ ἡλίου τῆς δικαιοσύνης διὰ σαρκὸς ἐπιδημοῦντος τῇ γῇ. δυνάμει τῆς αὐτου παρουσίας αἱ ψυχαὶ τῶν ἀνθρώπων ἐλευκαίνοντο καθαιρόμεναι, μετασκευαζομένης τῆς ἐκ τοῦ ἐνηδόνου βίου καὶ διαῤῥέοντος ἐγγινομένης αὐταῖς ἐπισκοτήσεώς τε καὶ διαχύσεως, καὶ οὕτως ἕτοιμοι πρὸς τὸν πνευματικὸν θερισμὸν ἦσαν, ὥστε τῆς ἀσεβείας καὶ τῆς ἀπιστίας τελεώτερον ἀποκοπῆναι, καὶ διὰ τῆς ἀληθινῆς πίστεως συναχθῆναι εἰς ζωὴν αἰώνιον. Καὶ εἴ τις ἐθέλει κατανοῆσαι τοῦ λόγου τούτου τὸ ἀληθὲς, ὡς ἡ δύναμις τότε τῆς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας ἐποίησε τὰς καρδίας τῶν ἀνθρώπων οἷον λευκοτέρας καὶ καθαρωτέρας καὶ ἑτοίμους πρὸς τὴν πίστιν τῆς θεοσεβείας, ἀναλογισάσθω, ὅτι τὰ ἔθνη πάντα τότε Θεὸν μὲν οὐχ ὡμολόγουν ἕνα δεσπότην καὶ κτίστην τοῦ παντὸς, ἡλίῳ δὲ καὶ σελήνῃ καὶ ἄστροις καὶ ἑτέροις κτίσμασι καὶ τοῖς τούτων εἰδώλοις ὡς θεοῖς προσέκειντο· ἡ δὲ δύναμις τῆς τοῦ Χριστοῦ παρουσίας πάντας ἀνέπεισεν ἕνα Θεὸν ὁμολογεῖν τοῦ παντὸς δεσπότην καὶ ποιητήν, Καὶ ὅπερ ἴσχυσεν Ἀβραὰμ, Ἰσαὰκ, Ἰακὼβ, καὶ Μωϋσῆς ἐκεῖνος, καὶ ὁ ἐκείνου δεδομένος νόμος, ἐπὶ μόνου τοῦ γένους τῶν Ἰουδαίων, ἕνα σέβειν τούτους ἀναπείσας Θεὸν, καὶ οὐδ´ ἐπὶ τούτου μόνου τοῦ γένους διὰ τέλους ἴσχυσε, καίτοι ριονίοαιοηοε ΘωῖριΓηεσο εοιαιῖθως. παρὰ τῶν προγόνων ἄνωθεν αὐτοῖς δεδομένου τοῦ θείου δόγματος, τοῦτο ἐπὶ πάντων γενῶν τε καὶ ἕτοιμοι γεγόνασιν αἱ χωραι πρὸς ἐρχομένων ἑτοίμως εἰς Χριστὸν, καὶ τὴν ἀληθῆ θεοσέβειαν τῶν μετὰ συνέσεως ἀκουόντων τοῦ προ´ νητικοῦ καὶ ἀποστολικοῦ κηρύγματος, καὶ τὰς Γραφὰς ἐρευνώντω Οὕτω καὶ μόνον φανεὶς ἐπὶ γῆς ὁ Κύριος, πᾶν γένος ἀνθρώπων ἀπὸ τῆς τῶν εἰδώλων ἥγειρε πλάνης, εἰ καὶ μὴ πάντας εὐσεβεῖς ἀπέδειξε· καὶ γὰρ καὶ ἐν τῷ μέλλοντι αἰῶνι ἡ δύναμις τῆς δευτέρας παρουσίας αὐτοῦ ἐγερεῖ πάντας ἀπὸ τοῦ θανάτου, εἰ καὶ μὴ πάντας ἀξιώσει τῆς ἀληθινῆς ζωῆς· οἱ μὲν γὰρ ἀσεβεῖς τε καὶ δυσσεβεῖς, καὶ οἱ μὴ λαβόντες ἐνταῦθα δι´ ἐξομολογήσεως καὶ μετανοίας τὴν τῶν ἡμαρτημένων συγχώρησιν, ὡς μήτε φυλάξαντες, μήτε καθάραντες ἑαυτοὺς ἀπὸ τῶν ἀμέτρων ἐπιθυμιῶν τῆς σαρκὸς, αἵ εἰσιν ἀδδηφαγία, καὶ πολυποσία, καὶ μέθη, καὶ τρυφὴ, παρ´ ὧν ἡ ἀμετρία πηγάζει τῶν ὑπογαστρίων παθῶν, μαλακίαι, πορνεῖαι, μοιχεῖαι, καὶ πᾶσα ἀκολασία, παρ´ ἦς ποθεινὰ γίνεται τὰ μυσαρὰ ῥήματα καὶ ἀκούσματα, ὡραὶσιατά