Ancient Greek
184
Gregorius Palamas, Homiliae 184
Unproofread scanNot analysed yet
τῆς ἀλήκτου κολάσεως ἐκείνης, καὶ τῆς ἀτδίου τοῦ Θεοῦ βασιλείας κληρονόμος γενέσθαι, μὴ ζιζάνιον ἔστω, σπέρμα πονηρὸν καὶ βλαπτικὸν, ὡς εἶναι κοινὴ λύμη σώμασί τε καὶ ψυχαῖς τῶν ἐγγιζόντων, παράδειγμα θεομισὲς προκείμενος πονηρῶν ἔργων τε καὶ λόγων, μηδὲ καλάμη καὶ ἄχυρον, οὕτω μὲν κοῦφος, ὡς εὐρίπιστος εἶναι ταῖς τοῦ πονηροῦ πνεύματος αὔραις τε καὶ προσβολαῖς, οὕτω δὲ ἀχρεῖος, ὡς εἰς βρῶσιν παθῶν ἀλόγων καὶ δαιμόνων προκεῖσθαι· ἀλλὰ σῖτος ἔστω, πάντων τῶν ἀχρείων καὶ πονηρῶν ἔργων καὶ λόγων ἀπεχόμενος, καὶ τὰς ἀντιθέτους ἀρετὰς ἐργαζόμενος, καὶ φέρων τοὺς τῆς μετανοίας καρπούς· οὕτω γὰρ ἂν εἵη τῆς οὐρανίου ἀποθήκης ἄξιος, καὶ υἱὸς κληθείη τοῦ ἀνωτάτω Πατρὸς, καὶ εἰς τὴν ἐκείνου βασιλείαν ὡς κληρονόμος εἰσέλθοι χαίρων, τῇ θείᾳ δόξῃ περιλαμπόμενος· ἦ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει δόξα σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΚΗʹ, ἐκφωνηθεῖσα κατὰ τὴν ἑορτὴν τῶν ἀγίων καὶ κορυφαίων ἀποστόλων Πέτρου καὶ Παύλρυ Ἡ τῶν ἁγίων ἑκάστου μνήμη, κατὰ τὴν ἑόρτιον ἐπιστᾶσα ταύτης ἡμέραν, θυμηδίας ὑπόθεσις κοινὴ καὶ δήμοις καὶ πόλεσι, καὶ πολίταις καὶ πολιτάρχαις ἐστὶ, καὶ ὠφελείας μεγίστης πρόξενος τοῖς ἑορτάζουσι πᾶσι γίνεται· «Μνήμη γὰρ δικαίου μετ´ ἐγκωμίων,» ὁ σοφός φησι Σολομῶν, «Ἐγκωμιαζομένου δὲ δικαίου εὐφρανθήσονται λαοί.» Καθάπερ γὰρ ἐν νυκτὶ, λαμπάδος ἀναφθείσης, εἰς χρείαν καὶ ἀπόλαυσιν τῶν παρόντων πάντων φαίνει τὸ φῶς, οὔτω καὶ ὁ τῶν ἁγίων ἑκάστου θεάρεστος βίος, καὶ τὸ κατ´ αὐτὸν μακάριον τέλος, καὶ ἡ διὰ τὴν τοῦ βίου καθαρότητα παρὰ Θεοῦ δεδομένη χάρις αὐτῷ, καθάπερ τις περιφανὴς πυρσὸς προαγόμενος εἰς μέσον διὰ τῆς μνήμης, καινὴν παρέχεται τοῖς συνειλεγμένοις τὴν πνευματικὴν εὐφροσύνην καὶ τὴν ὡφέλειαν. Καὶ καθάπερ εὐφορίας Χ ΞΤ γενομένης ἐπὶ τῆς γῆς, οὐχ οἱ γεωργοὶ μόνον, ἀλλὰ καὶ πάντες ἄνθρωποι τέρπονται· ἡ γὰρ ἀπὸ τῶν τῆς γῆς καρπῶν ἀπόλαυσις κοινὴ πᾶσίν ἐστιν· οὕτω καὶ ἡ πρὸς τὸν Θεὸν δι´ ἀρετῆς τῶν ἁγίων καρποφορία οὐκ αὐτὸν εὐφραίνει μόνον τὸν γεωργὸν τῶν ψυχῶν, ἀλλὰ καὶ ἡμᾶς πάντας, ὡς εἰς κοινὴν τρυφὴν καὶ ἀπόλαυσιν προκειμένη τῶν ἡμετέρων ψυχῶν· ἐπεὶ καὶ ἐν τῷ βίῳ τούτῳ παρόντες πάντες οἱ ἅγιοι προτροπὴ πρὸς ἀρετήν εἰσι πᾶσι τοῖς ἀκούουσι καὶ ὁρῶσι τούτους μετὰ συν σεως· ἔμψυχοι γάρ εἰσιν εἰκόνες τὴς ἀρετῆς· αὐτοκίνητοι στῆλαι παντὸς καλοῦ· βίβλοι ζῶσαί τε καὶ λαλοῦσαι τὰ πρὸς ὁδηγίαν τοῦ κρείττονος· καὶ μεταστάντες τοῦ τῇδε βίου διὰ τῆς μνήμης τῶν ἐν ἐκείνοις καλῶν, ἀθάνατον ἡμιῖν τὴν παρ´ ἑαυτῶν συντηροῦσιν ὡφέλειαν. Ἰ δὲ μνήμη τῆς ἐκείνων ἀγαθοεργίας ἐγκώμιον ἐκείνων ἐστὶν, ΗΟΜΙΙΙΑ ΧvΙii. ἐποφειλόμενον μὲν παρ´ ἡμῶν ἐκείνοις διὰ τὴν προγενεστέραν ὡφέλειαν, χρήσιμον δὲ ἡμῖν καὶ νῦν ὑπάρχον διὰ τὸ παρ´ αὐτῶν καὶ νῦν ἡμῖν προσγενόμενον ὄφελος.