Ancient Greek
185
Gregorius Palamas, Homiliae 185
Unproofread scanNot analysed yet
Οὐ προστίθεμεν δέ τι τοῖς ἐκείνων ἀγαθοῖς, τῶν πεπραγμένων ἐκείνοις ὑπομιμνήσκοντες· πῶς γὰρ οἷ μηδὲ τὴν ἀρετήν ἐσμεν πᾶσαν ἐκείνων ἱκανοὶ παραστῆσαι; Καὶ γὰρ ἐφιλοτιμήσαντο ταῖς ὑπὲρ λόγον ἐπηγγελμέναις παρὰ Θεοῦ ἀμοιβαῖς, καθόσον ἡ φύσις ἐχώρει, καὶ πολιτείαν κατάλληλον,δηλονότι πάντα λόγον νικῶσαν, ἐνδείξασθαι. Οὐκ αὔξομεν οὖν τὰ τούτοις προσόντα, τούτους ἐγκωμιάζοντες, ἀπάγει αὔξομεν δὲ τὰ παρ´ ἐκείνων ἡμῖν ἀγαθὰ προσγινόμενα πρὸς ἐκείνους οἷά τινας θεοφεγγεῖς λυχνίας ἡμᾶς αὐτοὺς ἀνατείνοντες, καὶ τὴν ἐκδιδομένην ἀπ´ ἐκείνων καλλοποιὸν δύναμιν συνιέντες ἐπὶ μᾶλλον καὶ προσδεχόμενοι, Βἰ δ´ ἑκάστου τῶν ἁγίων ἡ μνήμη δι´ ἅπερ εἴπομεν, μεθ´ ὕμνων καὶ τῶν προσηκόντων ἐγκωμίων παρ´ ἡμῶν ἐκτελεῖται, πόσῳ μᾶλλον Πέτρου καὶ Παύλου, τῆς κορυφαίας ἀκρότητος τοῦ κορυφαίου τῶν ἀποστόλων χοροῦ; Οἱ κοινοὶ πατέρες καὶ καθηγεμόνες πάντων εἰσὶ τῶν ἀπὸ Χριστοῦ καλουμένων, ἀποστόλων, μαρτύρων, ὁσίων, ἱερέων, ἱεραρχῶν, ποιμέ ων τε καὶ διδασκάλων, ποιμαινομένων τε καὶ διδασκομένων ἀπάντων ὡς ἀρχιποίμενες ὄντες, ἢ καὶ ἀρχιτέκτονες τῆς κοινῆς πάντων εὐσεβείας καὶ ἀρετῆς, καὶ ὡς φωστῆρες ἐν κόσμῳ ζωῆς λόγον ἐπέχοντες· τοσοῦτον ὑπερλάμποντες τοὺς ἐπ´ εὐσε. βείᾳ καὶ ἀρετῇ διαλάμψαντας, ὅσον τοὺς ἄλλους ἀστέρας ἥλιος, ἢ ὡς οὐρανῶν οὐρανοὶ, δόξαν τὴν ἀνωτάτω τοῦ Θεοῦ διηγούμενοι· τοσοῦτον ὑπεραίροντες οὐρανῶν τε μεγέθη, καὶ κάλλος ἀστέρων, καὶ τάχος ἀμφοτέρων, καὶ τάξιν καὶ δύναμιν, ὅσον καὶ τὰ ὑπὲρ αἴσθησιν οὖτοι φανεροῦσι πρὸς αὐτὰ τὰ ὑπερουράνιά τε καὶ ὑπερκόσμια, καὶ φωτίζουσι φῶς, παρ´ ᾧ οὐκ ἔστι παραλλαγὴ, ἢ τροπῆς ἀποσκίασμα· οὺ μόνον ἐξάγοντες ἀπὸ σκότους εἰς τὸ θαυμαστὸν τοῦτο φῶς, ἀλλὰ καὶ φως τοὺς μετασχόντας ποιοῦντες τῇ διαδόσει, καὶ τελείου φωτὸς γεννήματα, ὡς καὶ αὐτῶν ἕκαστον κατὰ τὴν μέλλουσαν ἐν δόξῃ παρουσίαν καὶ ἐπιφάνειαν τοῦ ἀρχιφώτου καὶ θεανθρώπου Λόγου λάμψειν καθάπερ ἥλιος. Τοιοῦτοι φωστῆρες μετ´ ἀλλήλων ἡμῖν ἀνασχόντες σήμερον, τὴν Ἐκκλησίαν φαιδρύνουσιν· ἡ γὰρ τούτων σύνοδος οὐκ ἔκλειψιν, ἀλλὰ περιουσίαν φωτὸς ἀπεργάζεται· οὐ γὰρ ὁ μὲν ἄνω περιπολῶν ἐφ´ ὕψους ἥδρασται, ὁ δὲ ὑποβέβηκεν, ἵν´ ὑππελθὼν ὑποσκιάσῃ τὸν ἕτερον· οὐδ´ ὁ μὲν ἡμέρας, ὁ δὲ νυκτὸς ἡγεῖται, ἵν´ ἐμπέσῃ τῇ σκιᾷ καταντικρὺ φερόμενος· οὐδ´ ὁ μὲν ἀνίησιν, ὁ δὲ προσίεται τὸ φῶς ἐκεῖθεν, ἵν´ ἐντεῦθεν πάσχῃ τὴν ἀλλοίωσιν, ἄλλοτε ἄλλως τοῦ φωτισμοῦ τυγχάνων, κατὰ τὸ μέτρον τῆς διαστάσεως· ἀλλὰ Χριστοῦ τῆς ἀεννάου πηγῆς τοῦ ἀδίου φωτὸς ἄμφω μετασχόντες ΙὥΡ ἐπίσης, ἴσον ἐκτήσαντο καὶ τὸ ὕψος καὶ τὴν δόξαν καὶ τὴν λαμπρότητα. Διὸ καὶ ἀλληλουχία τῶν φωστήρων τούτων ἐστὶν ἡ σύνοδος, ταῖς τῶν πιστῶν ψυχαῖς διπλασίω χορηγοῦσα τὴν ἔλλαμψιν. Ἀλλ´ ὁ πρῶτος ἀποστάτης, καὶ τὸν πρῶτον ἄνθρωπον ἀποστήσας τοῦ Θεοῦ, βλέπων ἤδη τὸν πλάσαντα τὸν Ἀδὰμ πατέρα γένους ἀνθρώπων ἀναπλάττοντα Πέτρον ὕστερον πατέρα τοῦ γένους τῶν