Ancient Greek
201
Gregorius Palamas, Homiliae 201
Unproofread scanNot analysed yet
σρόπων ἀλλοτριότης καὶ τὴν κατὰ σάρκα γνησιότηεα καταργεῖ, καὶ τοὺς καθ´ αἰμα υἱοὺς ἐκβάλλει τῆς υἱότητος, πῶς ἡμᾶς τοὺς μηδὲ κατὰ σάρκα τὸ γένο; ἀναφέρειν ἔχοντας εἰς Χριστόν ἡ διὰ τῶν ἡμετέρων ἔργων τε καὶ τρόπων Π ᾳ πρὸς αὐτὸν ἀνομοιότης οὐκ ἀπαλλοτριώσει τῆς θείας υἱοθεσίας, καὶ τῷ ἀντικειμένῳ φέρουσα συντάξει; Ἀλλὰ ταῦτα καὶ ὁ Κύριος φιλανθρώπως κατηξμ· σεν εἰπεῖν, καὶ ἡμεῖς τολμῶμεν πρὸς ὑμᾶς λαλεῖν, Ρ τοῖς αὐτοῖς ὑποκείμενοι πάθεσιν, ἵνα μὴ ταῦτα πράττωμεν· ἵνα μὴ ταῦτα πάθωμεν· ἵνα μὴ τῆ καταδίκῃ τῶν εἰς τέλος ἀποβλήτων ὑπευθύνους ἑαυτοὺς ποιήσωμεν. Ἔνι γὰρ ἐνταῦθα μὴ μόνον ταῦτα φυγεῖν διὰ τῆς μετανοίας, ἀλλὰ καὶ διὰ τῶν καρπῶν τῆς μετανοίας, συστῆναί τε καὶ ἀφομοιωθῆναι τῷ Υἱῷ τοῦ Θεοῦ, τῷ δυναμένῳ ἐξάγειν ἀξίους ἐξ ἀναξίων, καὶ υἱοποιεῖν δι´ ἑαυτοῦ τῷ ἀνωτάτῳ Πατρὶ, καὶ κληρονόμους καὶ συγκληρονόμους ποιεῖν τῆς ἑαυτοῦ καὶ τοῦ Πατρὸς δόξης καὶ βασιλείας ἦς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν αὐτῷ Χριστῷ τῇ Κυρίῳ ἡμῶν, μεθ´ οὗ τῷ Πατρὶ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΛΑʹ. Ἐκφωνηθεῖσα ἐνλιτῇ τελουμένῃ κατὰ τὴν κρότην τοῦ Αὐγούστου. «Ὁ Θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ´ ἀπωλείᾳ ζώντων.» Εἰ δὲ θάνατον ὁ Θεὸς οὐκ ἐποίησεν, οὐδὲ τῶν ἐπακολουθησάντων τῷ θανάτ χαλεπῶν αὐτὸς ἡμῖν ἐστιν αἴτιος, πόθεν οὖν ἡμῖν αἱ ἀῤῥωστίαι καὶ τὰ νοσήματα καὶ τἄλλα τῶν δυσγερῶν, ἀφ´ οὗ καὶ ὁ θάνατος; πόθεν δὲ καὶ ὁ θάνατος; Ἀπὸ τῆς πρὸς τὸν Θεὸν τὴν ἀρχὴν ἡμετέρας παρακοῆς· ἀπὸ τῆς παραβάσεως τῆς ὑπὸ Θεοῦ δεδομένης ἡμῖν ἐντολῆς· ἀπὸ τῆς ἐν τῷ παραδείσαῳ τοῦ Θεοῦ προγονικῆς ἡμῶν ἀμαρτίας. Ὡστε καὶ αἱ νόσιι, καὶ τὰ ἀῤῥωστήματα, καὶ τὸ ποικλον ἅκαν τῶν πειρασμῶν ἄχθος, ἁπὸ τῆς ἀμαρτίας ἐστί· δι´ αὐτὴν γὰρ ἐνεδύθημεν τοὺς δερματίνους χιτῶνας, τὸ νοσεΚρὸν τοῦτο καὶ θνητὸν καὶ πολυώδυνον σῶμα, καὶ μετῳκίσθημεν εἰσι τὸν πρόσκαιρον καὶ ἐπίκηρον τοῦτον κόσμον, καὶ κατεδικάσθημεν ζν πολυπαθῆ καὶ πολυσύμφορον βίον. Ὁὸς οὖν ἐστιν οἷον ἡ νόσο τραχεῖά τε καὶ δυσάντης, εἰς ἡν ὁδὸν εἰσήγαγε τῶν ἀνθρώπων τὸ γένος ἡ ἁμαρτία· καὶ τῆς ὁδοῦ ταύτης ὁ τελευταῖος σταθμὸς, καὶ τὸ σχατον καταγώγιόν ν ἐστιν ὁ θάνατος. Οὐ μόνον δὲ ὁ Θεὸς θάνατον οὐκ ἐποίησεν, ἀλλὰ καὶ ἐκώλυσε γενέσθαι· καίτοι ἐπειδήπερ αὐτεξούσιον ζῶον τὸν ἄνθρωπον ἔπλασεν, οὐκ ἔδει κωλύειν, ἵνα μὴ τὸ οἰκεῖον ἔργον ἀνέλῃ. τὴν παρ´ αὐτοῦ δεδομένην ἐμῖν αὐτεξουσιότητα ἀφαιρούμενος. Ἀλλ´ εὐρεν ἐν σοφίᾳ καὶ ἀγαθότητι, πῶς ἂν καὶ κωλύσῃ ἀπὸ τοῦ θανάτου τὸν ἄνθρωπον, καὶ αὐτεξούσιον αὐτῷ συντηρήσῃ. Πῶς οὖν τοῦτο ἐποίησεν; εὐθὺς πλάσας τε καὶ ζωώσας ἀπαθανατίζουσαν εἰσήνεγκεν αὐτῷ συμβουλὴν, καὶ προασφαλμόμενος ἄγαν τὴν ζωοποιὸν συμβουλὴν, οἰκείαν ἐποίη· σεν ἐντολὴν καὶ Χ ἧχ προηγόρευσε φανερῶς θάνατον εἶναι διατεινάμενος τῆς ζωούσης ἐντολῆς τὴν ἀθέτησιν,