Ancient Greek
202.1 to 202.19
Gregorius Palamas, Homiliae 202.1-19
Unproofread scanNot analysed yet
καὶ θάνατον οὐ τὸν σωματικὸν τέως, ἀλλὰ τὸν τῆς ψυχης, εἰπὼν πρὸς τὴν τῶν προπατόρων ἡμῶν συζυγίαν ἐκείνην, «Ἡ ἂν ὥρᾳ φάγησθε ἀπὸ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, θανάτω ἀποθανεῖσθε.» Ὁρᾶτε, οὐκ εἶπε προστακτικῶς, οἵαν ἡμέραν φάγητε ἀποθάνετε· τὸ γὰρ πρόσταγμα αὐτοῦ γένεσίς ἐστι τοῖς οὖσι πάσι· καὶ αὐτὸς τὰ πάντα ἐνετείλατο, καὶ ἐκτίσθησαν, τὸν δὲ θάνατον οὐκ ἐνετείλατο, ἀλλὰ προκατήγγειλεν ἐκ παραβάσεως ἐσόμενον, εἰπών· «Μὴ φάγησθε ἀπὸ τοῦ ξύλου· ᾗ γὰρ ἂν ἡμέρᾳ φάγησθε ἀποθανεῖσθε·» ἵνα τὴν συμβουλὴν στέργοντες, καὶ τὴν παράβασιν φεύγοντες, τῷ θανάτῳ μὴ περιπέσωμεν. Ὅτι δὲ καὶ θάνατον οὐ τὸν σωματικὸν εἶπε τέως, ἀλλὰ τὸν τῆς ψυχης. φανερόν· οὐ γὰρ ἀπέθανον σωματικῶς, καθ´ ἤν ἡμέραν ἐγεύσαντο τοῦ ἀπηγορευμένου ξύλου. Ἀλλὰ τίς ἐστιν ὁ τῆς ψυχης θάνατος; ἡ τοῦ Θεοῦ ἐγκατάλειψις· ὥσπερ γὰρ φωτὸς παρόντος, οὐκ ἔστιν ἐν ταυτῷ παρεῖναι καὶ σκότος, ἀπλ´ ἐπιλιπόντος τοῦ φωτὸς τὸν τόπον, σκότος ἐπιγίνεται, οὐκ ἐκ τοῦ φωτὸς ἔχον τὴν γένεσιν, ἀλλ´ ἐκ τοῦ διαφράττοντος ἐκ τῆς σκιᾶς· οὔτω καὶ τοῦ Θεοῦ αὐτοζωῆς ὄντος, καὶ ζωῆς τῶν ζώντων πάντων, καὶ μάλιστα τῶν θείως ζώντων, παρόντος τῇ καθὸ´ ἡμᾶς ψυχῇ, ἀδύνατον καὶ τὸν θάνατον παρεῖναι ταύτῃ. Ἐγκαταλιπόντος δὲ ταύτην τοῦ Θεοῦ, ὁ θάνατος αὐτῇ προσγίνεται, οὐκ ἐκ τοῦ Θεοῦ τὴν γένεσιν ἔχων, ἀλλ´ ἐκ τοῦ αἰτίου τῆς θείας ἐγκαταλείψεως, ὅπερ εστὶν ἡ ἀμαρτία. Ὁρᾶτε, πῶς οὐκ ἐκ τοῦ Θεοῦ ὁ θάνατος, ἀλλ´ ἐκ τῆς ἁμαρτίας; Ἀλλὰ πῶς ἐγκαταλιμπάνει τὴν ψυχὴν ὁ πανταχοῦ παρών, ὁ μηδαμόθεν ἀπών· ὡς πρότερον ἐγκαταλιποῦσαν τοῦτον αὐτὴν ἑκοῦσαν, καὶ ὡς αὐτεξούσιον ὑπ´ αὐτοῦ κτισθεῖσαν μὴ βιαζόμενος· ὤστε καὶ τῆς εἰς ἡμᾶς θείας ἐγκαταλείψεως ἡμεῖς ἡμῖν αὐτοῖς ἐσμεν αἴτιοι, ἀλλ´ οὐχ ὁ ποιήσας ἡμᾶς Θεός. Ἡμεῖς οὖν ἐσμεν φεῦ! οἰ τοῦ οἰκείου θανάτου γεννήτορες, καταλιπόντες ἑκόντες τὸν εἰς τὸ ζῇν κτίσαντα, καὶ ἀεὶ παρόντα, καὶ παρ´ ἕαυτοῦ ζωοποιοῦντα δεσπότην, ὥσπερ οἱ ἐν σταθερᾷ μεσημβρίᾳ τοὺς ὀφθαλμοὺς καταμύοντες, καὶ τοῦ φωτὸς ἐκόντες ἀπέχοντες, καίτοι παρόντος καὶ ἐπιλάμποντος·