Ancient Greek
203
Gregorius Palamas, Homiliae 203
Unproofread scanNot analysed yet
μᾶλλον ὁ μετὰ τὴν πεῖραν σπῶν τοῦ δηλητηρίου, καὶ τὸν θάνατον ἀθλίως πρὸς ἑαυτὸν ἐφελκόμενος, τοῦ πρὸ τῆς πείρας τοῦτο πράττοντός τε καὶ πάσχοντος Ὁ μὲν οὖν Ἀδὰμ πρὸ τῆς πείρας τῷ πονηρῷ τῷ συμβούλῳ πεισθεὶς, παρέβη τὴν τοῦ ἀγαθοῦ συμβουλήν τε καὶ ἐντολήν· ἡμῶν δὲ ἕκαστος τοῦτο πράττει φεῦ! μετὰ τὴν πεῖραν καὶ τὴν ἔκβασιν τῶν ἠπειλημένων· διὸ καὶ περισσότερον ἡμῶν ἕκαστος, ἢ ὁ Ἀδὰμ ἐκεῖνος μεμπτέος ἐστὶ καὶ κατάκριτος, Ἀλλ´ οὐκ ἔστιν ἐν ἡμίν ἐκεῖνο τὸ ξύλον, οὐδὲ τοῦ Θεοῦ νῦν ἐστι πρὸς ἡμᾶς ἐντολὴ τὴν ἐκείνου γεῦσιν ἀπαγορεύουσα. Τοῦτ´ αὐτὸ μὲν ἐκεῖνο τὸ ξύλον οὐκ ἔστιν ἐν ἡμῖν ἴσως, ἡ δὲ τοῦ Θεοῦ ἐντολὴ καὶ νῦν ἡμῖν πάρεστι, τοὺς μὲν αὐτῇ πειθομένους, καὶ κατ´ αὐτὴν ζῇν ἐθέλοντας, τῆς τῶν οἰκείων πάντων ἁμαρτημάτων εὐθύνης, καὶ τῆς προγονικῆς ἀρᾶς καὶ καταδίκης ἐλευθεροῦσα, τοὺς δὲ καὶ νῦν αὐτὴν ἀθετοῦντας, καὶ προτιμῶντας αὐτῆς τὴν τοῦ πονηροῦ συμβουλήν τε καὶ προσβολὴν, εἰς τὴν ἠπειλημένην τῷ διαβόλῳ καὶ προητοιμασμένην αἰώνιον ἐκείνην γέενναν τοῦ πυρὸς παραπέμπουσα. Τίς οὖν ἐστιν ἡ νῦν ἡμῖν αὐτη προκειμένη τοῦ Θεοῦ ἐντολή; ἡ μετάνοια· ἧς τὸ κεφάλαιον τῶν ἀπηγορευμένων μηκέτι ψαύειν· ἐπεὶ γὰρ ἀπεῤῥίφημεν τοῦ χωρίου τῆς ἐνθέου τρυφῆς, καὶ ἀπεκλείσθημεν τοῦ παραδείσου τοῦ Θεοῦ δικα ως, καὶ εἰς τὸ βάραθρον τοῦτο καταπεπτώκαμεν, καὶ συνοικεῖν καὶ συνδιαιτᾶσθαι τοῖς ἀλόγοις ζώοις κατεδικάσθημεν, καὶ ἀνέλπιδες κατέστημεν, ὅσον τὸ εἰς ἡμᾶς ἦκον, τῆς πρὸς τὸν παράδεισον ἀνακλήσεως, αὐτὸς ὁ δικαιοσύνη τότε τὴν δίκην ἐπενεγκὼν, μᾶλλον δὲ δικαίως ταύτην ἐπελθεῖν ἡμῖν συγχωρήσας, ὑπερβολῇ νῦν φιλανθρωπίας καὶ ἀγαθότητος, διὰ σπλάγχνα ἐλέους αὐτοῦ, μέχρις ἡμῶν ὑπὲρ ἡμῶν κατῆλθε, καὶ καθ´ ἡμᾶς γενόμενος ἀναμαρτήτως ἄνθρωπος, ἵνα τῷ ὁμοίῳ τὸ ὄμοιον ἀναδιδάξῃ καὶ ἀνασώσηται, τὴν σωτήριον τῆς μετανοίας εἰσήνεγκε συμβουλήν τε καὶ ἐντολὴν, πρὸς ἡμᾶς εἰπών· «Μετανοεῖτε, ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν·» πρὸ μὲν γὰρ τῆς ἐνανθρωπήσεως τοῦ Λόγου τοῦ Θεοῦ, ὅσον ὁ οὐρανὸς ἀπὸ τῆς γῆς ἀπέχει, τοσοῦτο μακρὰν ἡμῶν ἦν ἡ βασιλεία τῶν οὐρανῶν· τοῦ δὲ βασιλέως τῶν οὐρανῶν ἡμῖν ἐνδη μήσαντος, καὶ τὴν μετὰ ἡμῶν ἕνωσιν εὐδοκήσαντος, ἤγγισεν ἡμῖν πᾶσιν ἡ βασιλεία τῶν οὐρανῶν. Μετανοήσωμεν οὖν, ἀδελφοὶ, παρακαλῶ, καὶ καρποὺς ἀξίους τῆς μετανοίας ἐπιδειξώμεθα, ἵνα τὴν τῶν οὐρανῶν βασιλείαν κληρονομήσωμεν· ἐγγὺς ἡμῶν αὐτη γέγονε, μὴ μακρύνωμεν ἡμᾶς αὐτοὺς ἀπὸ ταύτη; ἡμεῖς διὰ τῶν ἔργων τῶν πονηρῶν. Τὸ ἀνέσπερον ἡμῖν ἐπέλαμψε φῶς· ὁδεύσωμεν πρὸς τὴν λάμψιν αὐτοῦ διὰ τῶν ἔργων τῶν ἀγαθῶν. Ἰ αἰώνιος ἐφανερώθη ζωή· ἀντιλαβώμεθα ταύτης ἡμεῖς δι´ ἀρετῶν ὅση δύναμις. Ὁ μακαρίους ποιῶν ἡμᾶς Χριστὸς ἐπεδήμησε· προθύμως αὐτῷ προσέλθωμεν. φύγωμεν τῶν ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένων τὴν ἀθλιότητα. Ποθήσωμεν καὶ κτησώμεθα τὰ ἔργα τῆς μετανοίας, φρόνημα ταπεινὸν, κατάνυξιν καὶ πένθος πευματικὸν, καρδίαν πραεῖαν ἐλέους γέρουσαν, δικαιοσύνης ἐρῶσαν, καθαριότητος ἀντιποιουμένην, εἰρηνικὴν, εἰρηνοποιὸν, φερέπονν, τοῖς ὑπὲρ ἀληθείας καὶ δικαιοσύνης ἐνασμενίζουσαν διωγμοῖς