Ancient Greek
202.20 to 202.25
Gregorius Palamas, Homiliae 202.20-25
Unproofread scanNot analysed yet
ἀθετήσαντες γὰρ τὴν ζωοποιὸν συμβουλὴν, καὶ τὸν Θεὸν καταλιπόντες διὰ τῆς ἀθετήσεως, καὶ τῆς ζωῆς ἀποστάντες ἑκόντες, προσδεξάμεθα τὴν θανατηφόμον συμβουλὴν τοῦ Σατὰν, καὶ δι´ αὐτῆς ἡμῖν αὐτοῖς τοῦτον εἰσῳκισάμεθα, νεκρὸν ὄντα πνεῦμα, ὡς ποότερον αὐτὸν ἐγκαταλιπόντα Θεὸν, καὶ νεκρώσεως ἡμῖν δι´ ἑαυτοῦ γενόμενον πρόξενον, καὶ νεκρώσεως ἔτι τῆς κατὰ ψυχὴν λέγω, ἤτις ὅταν ᾖ κεχωριαμένη Θεοῦ, κατὰ Παῦλον εἰπεῖν, ζῶσα τέθνηκε. Μᾶλλον δὲ καὶ θανάτου χείρων αὐτῆς ἡ ζωή· ἀργὴ γαρ οὖσα πρὸς πᾶν ἀγαθὸν, ἐνεργὴς γίνεται πρὸς πᾶν πονηρὸν, αὐτεπίβουλος οὖσα, καὶ αὐτοφθόνῳ κακίᾳ διηνεκῶς πρὸς τὰ χείρω ἐαυτὴν συνελαύνουσα. Τάχα πολλοὶ τὸν Ἀδὰμ αἰτιῶνται, πῶς εὐκόλως τῷ πονηρῷ συμβούλῳ πεισθεὶς τὴν θείαν ἠθάτησεν ἐντολὴν, καὶ διὰ τῆς τοιαύτης ἀθετήσεως ἡμῖν τὸν θάνατον προεξένησεν· ἀλλ´ οὐκ ἔστιν ἴσον πρὸ τῆς παίρας ἐθελῆσαι γεύσασθαι θανασίαου τινὸς βοτάνης, καὶ μετα τὸ μαθεῖν διὰ πείρας θανάσιμον οὖσαν, ἀπὸ ταύτης ποθεῖν ἐσθίειν· μεμπτὸς γάρ