Ancient Greek
236
Gregorius Palamas, Homiliae 236
Unproofread scanNot analysed yet
καὶ τῶν ἀνομιῶν ὑμῶν οὐ μὴ μνησθῶ ἔτι.» Εἶτα τοῦ ναοῦ ἐξερχόμενοι, καὶ τοῖς εἰς ἡμᾶς ἐπταικόσιν ἐντυγχάνοντες, προσπίπτουσιν ἔστιν ὄτε καὶ δεομένοις, βαρεῖς αὐτοῖς ἐσμεν καὶ ἀνηλεεῖς καὶ ἀμείλικτοι, καὶ ταῦτα μηδὲ δηναρίου λόγων ἐχόντων τῶν πρὸς ἡμᾶς ἐκείνων πταισμάτων πρὸς] τὰ ἡμέτερα πρὸς τὸν Θεὸν ταλαντιαῖα, μᾶλλον δὲ καὶ πολυτάλαντα ὄντα. Διὰ τοῦτο ὁ συμπαθήσας ἡμῖν μετανοήσασι Κύριος καὶ τὰ τοσαῦτα ἀφεὶς, ἰδών τὸ πρὸς τοὺς ὁμοφύλους ἀσυμπαθὲς ἡμῶν καὶ ἀνένδοτον, ὀργίζεται καθ´ ἡμῶν δικαίως, καὶ παραδίδωσιν ἡμᾶς ταῖς ἀνυποίστοις βασάνοις, τοῖς τε ἐνταῦθα πειρασμοῖς, καὶ ταῖς μελλούσαις ἀτελευτήτοις κολάσεσι, κατ´ αὐτὸν ἐνταῦθα τὸν τῆς αὐτοαληθείας λόγον· «Οὕτω γὰρ, φησὶν, καὶ ὁ Πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὑτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν.» Τὸ δ´ ἔτι δεινότερον ὅτι καὶ τοὺς ὄντως τοῦ Θεοῦ δούλους, δηλονότι τοὺς ἁγίους ἀγγέλους τε καὶ ἀνθρώπους, οὓς ἐλπίζομεν ἱκετεύοντες ἐντεῦθεν, πρεσβευτὰς Φ ἕξειν ἐκεῖ καὶ μεσίτας πρὸς Θεὸν, καθ´ ἡμῶν, φεῦ! εὑρήσομεν τὸν Θεὸν παροξύνοντας, ἐὰν μὴ ἐνταῦθα τοῖς εἰς ἡμᾶς πταίσασι συμπαθεῖς φανῶμεν· αὐτοὶ γάρ εἰσιν, ὡς ἀνωτέρω μεμαθήκαμεν, οἰ τῷ Κυρίῳ μετὰ σφοδρᾶς λύπης προσαγγέλλοντες τὸ σκληρὸν καὶ ἀνένδοτον τῆς ἡμετέρας γνώμης. Καλῶς δὲ ἄρα καὶ τὴν ἀρχὴν ἐλέγομεν, τὸν ἑαυτοῦ Πατέρα εἶναι, ὃν ὡς βασιλέα καὶ κριτὴν ἐνταῦθα διὰ τῆς παραβολῆς ὁ Κύριός φησιν· οὐ γὰρ εἶπεν ἐνταῦθα, Τὸν ἀμείλεκτον ἐγώ παραδώσω τοῖς βασανισταῖς, ἀλλ´, Ὁ Πατήρ μου ὁ ἐπουράνιος. Φοβηθῶμεν οὖν, ἀδελφοὶ, τὸν τηνικαῦτα τῶν ἀγίων Σ Ιεἰε καθ´ ἡμῶν ζῆλον· φρίξωμεν τὴν θείαν ἀπόφασιν· αἰδεσθῶμεν τὴν πρὸ ταύτης εἰς ἡμᾶς τοῦ Θεοῦ μακροθυμίαν· ἀναλογισώμεθα τὸ μέγεθος τῆς ἡμετέρας πρὸς τὸν Θεὸν ὀφειλῆς ὅσον, καὶ ταῦτα, πρὸς τὰ ὀφειλόμενα παρ´ ἑτέρων ἡμῖν συγκρινόμενον. «Ηοσάκις,» ὁ Πέτρος ἐρωτῶν ἔλεγε πρὸς τὸν Κύριον, «Ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Καὶ ἤκουσεν· «Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ´ ἕως ἑβδομηκοντάκις ἐπτά·» καίτοι τοσαυτάκις πρὸς ἡμᾶς πταῖσαι τὸν ἀδελφὸν τῶν ἀδυνάτων ἐστὶ σχεδόν. Ἡμῶν δὲ ἑκάστου τὰ πρὸς Θεὸν πταίσματα καὶ τοῦτον ὑπερβαίνει τὸν ἀριθμόν· κἂν ἐνὸς ἐξετάσῃς μέγεθος, πρὸς ὄν ἐστι τὸ πταῖσμα ἐνθυμηθεὶς, ἀσύγκριτον εὐρήσεις πρὸς τὰ ἐκεῖνα πάντα, κἂν ἑβδομηκοντάκις ἑπτὰ τυγχάνῃ. Τοσαῦτα καὶ τηλικαῦτα τοίνυν ὀφείλων τῷ Θεῷ τάλαντα, καὶ μακροθυμίαν μόνον αἰτήσας, σὺ δὲ καὶ τελείαν ἄφεσιν παρ´ αὐτοῦ λαβών τοῦ ὀφλήματος, εἶτα πρὸς μικρὰν ἀργυρίων ὀφειλήν· ταῦτα γὰρ τὰ δηνάρια· παρὰ τοῦ ὀφείλοντος συνὸούλου μακροθυμίαν αἰτούμενος, οὐ παρέξεις προθύμως; Οὐκοῦν ἀπαιτηθήσῃ τὰ πάντα δικαίως· πῶς γὰρ οὐ δίκαιον καὶ τὴν ἀφαίρεσιν ὑποστῆναι πᾶσαν; καὶ τῆς ἀγνωμοσύνης προσυποστῆναι τὴν καταδίκην; Διὰ τοῦτό φησί τις τῶν προφητῶν· «Ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου. Ἀλλὰ μὴ τὸν ἔλεγχον, μὴ τὴν ὀργὴν, μὴ ΡΑτηΟΩ. ΟΙ. ΟΙ