Ancient Greek
237
Gregorius Palamas, Homiliae 237
Unproofread scanNot analysed yet
τὴν δίκην ἀναμείνωμεν, ἀδελφοὶ, ἀλλ´ ἑνδυσωμευα, καθάπερ ὁ Ἀπόστολός φησι, σπλάγχνα οἰκτιρμῶν, καὶ λόγοις καὶ λογισμοῖς καὶ πράξεσι τὴν συμπάθειαν ἐνδεικνύμενοι, γενώμεθα εἰς ἀλλήλους, καθὼς πάλιν ὁ αὐτὸς διδάσκει, χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἀλλήλοις εἴ τις πρός τινα ἔχει μομφὴν, ὡς καὶ ὁ Χριστὸς ἐχαρίσατο ἡμῖν· οὕτω γὰρ καὶ ἡ ἀπὸ τοῦ Χριστοῦ χάρις αὕτη βεβαίως ἡμῖν προσέσται, μᾶλλον δὲ καὶ ἀντὶ ἀῤῥαβῶνος ἔσται πρὸς τὰς μελλούσας ἀῤῥήτους ἐπαγγελίας. Τοσούτων ἡμῖν ἀγαθῶν πρόξενος ὁ πταίσας ἡμᾶς, εἴπερ ἐθέλομεν, γίνεται, ὡς ἐγὼ μυριοφόρον ὁλκάδα τοῦτον ὁρῶ, τῶν μυρίων ἡμῶν ταλάντων ἔχοντα ῥᾳδίως τὴν ὀφειλὴν ἀποδιδόναι, καὶ πρὸς τὴν τῶν μελλόντων εὐπορίαν ἐνεχυριάσασθαι, καὶ τοιοῦτον κατὰ νοῦν ἐν τοῖς κατὰ ψυχὴν ὁρῶ, οἰον καὶ τοῖς ὀφθαλμοῖς ἐν τοῖς σωματικοῖς ἑώραται πρὸ μικροῦ κατὰ τὴν πόλιν ταύτην. Ἐπῆλθον οἱ βάρβαροι, περιεκάθισαν τὴν πόλιν, ἀπέκλεισαν ἡμᾶς τῶν ἐκ τῆς γης πρὸς τὸ ζῇν ἀφορμῶν, ἐπήρτησαν ἡμῖν τὸν ἔσχατον κίνδυνον, ὡς ἀπορίᾳ τῶν ἀναγκαίων αἱρήσοντες· ἀλλ´ ἀναφανεῖσα καὶ εἰς τοὺς ἡμετέρους καταχθεῖσα λιμένας σίτου χιλιομέδιμνος ὁλκὰς, ἄπρακτον μὲν ποιεῖ τὴν τῶν βαρβάρω πήρειαν, εὔωνα δὲ τὰ ἀναγκαῖα καθίστησιν, ἐναποτίθεται δὲ ἡμῖν καὶ εἰς τὸ ἑξῆς τὰς πρὸς τὸ δῃν ἀφορμάς. Οὕτως ἀοράτως ἐπέρχεται παντὶ τῷ Χριστωνύμῳ τῶν ἀνθρώπων γένει ὁ νοητὸς καὶ βαρβάρων ἄἦ, πάντων ἀγριώτερος πολέμιος, ἀποκλείει τὴν ψυχὴν τῶν πανταχόθεν πρὸς σωτηρίαν ἀφορμῶν, λιμὸς περιβάλλει τῶν ἀρετῶν, καὶ ὡς μηδὲν πράξασαν ἀγαθὸν εἰς ἀπόγνωσιν συνωθεῖ, ὡς διὰ ταύτης αἱρήσων αὐτὴν καὶ καταστρεψόμενος· ἀλλ´ ἀναφανεὶς, προνοίᾳ πάντως τοῦ θέλοντος τὴν τῶν ἀμαρτωλῶν σωτηρίαν, ὁ χρῄζων, ὡς εἰς ἡμᾶς πταίσας, τῆς παρ´ ἡμῶν συμπαθείας, καὶ παρ´ ἡμῶν ταύτην εὑρόμενος, ἄπρακτον ποιεῖ πᾶσαν τὴν καθ´ ἡμῶν τοῦ διαβόλου κακίαν, ἐξευμενίζεται τὸ Θεῖον ἡμῖν, συμπαθείας ἡμῖν ἀφορμάς δαψιλεῖς παρέχει καὶ σωτηρίας, καὶ τὴν αἰώνιον ζωὴν ἡμῖν προμνηστεύεται· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὧ πρέπει πᾶσα δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῳ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν. ΟΜΙΛΙΑ ΛΖʹ. Εἰς τὴν πάνσεκτον Κοίμησιν τῆς πανυπεράγνου ἀεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. Τὴν ἐμήν ὁμιλίαν σήμερον πρὸς τὴν ὑμετέραν ἀγάπην καὶ πόθος ποιεῖ καὶ χρέος· οὐ μόνον ὅτι ταῖς φιλοθέοις ὑμῶν ἀκοαῖς ἐνιέναι λόγον σωτήριον, καὶ τρέφειν ἐντεῦθεν τὰς ὑμετέρας ψυχας, καὶ βούλομαι διὰ τὴν πρὸς ὑμᾶς ἀγάπην, καὶ ὀφείλεταί μοι κατὰ θεσμοὺς ἱεροὺς, ἀλλ´ ὅτι καὶ τῶν κεχρεωστημένων ἐμοὶ καὶ πεφιλημένων εἴπερ τι μετ´ εὐφημέας ἐπ´ Ἐκκλησίας ἐκδιηγεῖσθαι τὰ μεγαλεῖα τῆς ἀειπαρθένου καὶ Θεομήτορος. Ἀλλ´ ὁ μὲν πόθος ἀνθ´ ἁπλοῦ διπλοῦς ὤν, ἐπαίρει καὶ παρακαλεῖ καὶ προτρέπεται·