Ancient Greek
238
Gregorius Palamas, Homiliae 238
Unproofread scanNot analysed yet
τὸ δὲ τοῦ χρέους ἀπαραίτητον καὶ βιάζεται, ὁ δὲ λόγος προσβαίνειν τοῖς ὑπὲρ λόγον οὐκ ἔχει, ὥσπερ οὐδ´ ὀφθαλμὸς ἡλίῳ προσορᾷν ἀτενῶς· ἐπεὶ δ´ ὅμως λέγειν μὲν οὐκ ἔστι τὰ ὑπὲρ λόγον, ὑμνεῖν δ´ ἔξεστι φιλανθρωπίᾳ τῶν ὑμνουμένων, ἔνι καὶ τῶν ἀψαύστων μηδαμῶς ψαῦσαι, καὶ τὴν διὰ λόγων ὀφειλὴν ἀποδοῦναι, καὶ τὸν πρὸς τὴν Θεομήτορα πόθον διὰ τῶν πρὸς δύναμιν ὕμνων ἀφοσιώσασθαι. Εἰ δὲ καὶ τίμιος ὁ θάνατος τῶν ὁσίων, καὶ μνήμη δικαίου μετ´ ἐγκωμίων, πόσῳ μᾶλλον τῆς τῶν ἁγίων ἀγίας, καὶ δι´ ἧς πᾶς ἁγιασμὸς τοῖς ἁγίοις, τὴν τῆς ἀειπαρθένου καὶ Θεομήτορος λέγω μνήμην μετ´ εὐφημιῶν ἡμᾶς τῶν μεγίστων ποιεῖν προσῆκεν; Ὥσπερ δὴ καὶ ποιοῦμεν ἑορτάζοντες, καὶ τὴν σήμερον γενομένην ταύτης ἀγίαν κοίμησιν ἢ μεταβίωσιν, δι´ ἣν βραχὺ τι παρ´ ἀγγέλους ἠλαττωμένη, καὶ τοὺς ἀγγέλους καὶ τοὺς ἀρχαγγέλους καὶ τὰς ὑπὲρ τούτους ὑπερκοσμίους πάσας δυνάμεις ὑπεραναβέβηκων ἀσυγκρίτως τῇ πρὸς τὸν ἐπὶ πάντων Θεὸν ἐγγύτητι, καὶ τοῖς ἐξ αἰῶνος γεγραμμένοις τε καὶ τετελεσμένοις ἐπ´´ αὐτῇ θαυμασίοις· ταύτης γὰρ ἔνεκα θεῖαι προῤῥήπεις προφητῶν θεολήπτων· θαυματουργίαι προδει. κνῦσαι μέλλον τὸ μέγα θαῦμα τῆς οἰκουμένης τὴν ἀειπάρθενον Θεομήτορα ταύτην· μεταβολαὶ γενῶν καὶ πραγμάτων, ὁδοποιοῦσαι τῷ τέλει βίῳ τοῦ κατ´ αὐτὴν καινοῦ μυστηρίου· θεσμοὶ Πνεύματος ποικίλως προδιατυποῦντες τὴν ἐσομένην ἀλήθειαν· τέλος, μᾶλλον δὲ ἀρχὴ καὶ ῥίζα τῶν ἐπέκεινα θαυμάσν. πραγμάτων Θεοῦ πρὸς Ἰωακεὶμ καὶ τὴν Ἅνναν τοὺς τηνικαῦτα τὴν ἀρετὴν ἄκρους τελεσφόρος ἐπαγγελία, τεκεῖν ἐν βαθεῖ γήρᾳ τοὺς ἀγόνους ἐκ νέου, καὶ τεκεῖν τὴν τεξομένην ἀσπόρως τὸν ἐκ Θεοῦ Πατρὸς πρὸ αἰώνων γεγεννημένον ἀχρόνως· εὐχὴ πάλιν τῶν οὕτω παραδόξως γεννησαμένων τὴν τεξομένην παραδοξότερον ἀντιδώσειν τῷ δόντι τὴν δεδομένην, καθ´ ἣν ἀξιωτάτην εὐχὴν ἐξαισία μετοίκησις τῆς Θεομήτορος ἐξ ἔτι βρέφους ἐκ τοῦ οἴκου τοῦ πατρὸς εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ διατριβὴ παράδοξος ἐπ´ ἐνιαυτῶν οὐκ ὀλίγας περιόδους ἐν αὐτοῖς τοῖς ἁγίοις τῶν ἁγίων, ἔνθα χορηγία τροφῆς ἀποῤῥήτου δι´ ἀγγέλων ἐπιστασίας, ἧς τροφῆς Αδὰμ οὐκ ἔφθασε γεύσασθαι· οὐ γὰρ ἂν ἐξέπιπτε τῆς ζωῆς, ὥσπερ οὐδ´ ἡ Πάναγνος αὔτη, εἰ καὶ δι´ ἐκεῖνον καὶ ἵν´ ἐκείνου θυγάτηρ οὖσα δειχθῇ, πρὸς μικρὸν εἴξασα τῇ φύσει, καθάπερ καὶ ὁ ταύτης Υἱὸς, ἀπὸ γῆς νῦν εἰς οὐρανὸν μεταβέβηκεν. Ἀλλὰ γὰρ μετὰ τὴν ἀπόῤῥητον ἐκείνην τροφὴν, μνηστείας οἰκονομία περὶ τὴν Παρθένον ταύτην μυστικωτάτη, καὶ ἀσπασμὸς ξένος καὶ ὑπὲρ λόγον δι´ ἀρχαγγέλου καταπτάντος ἄνωθεν, καὶ Θεοῦ μηνύματα καὶ προσρήματα, τῆς Εὔας καὶ Ἀδὰμ καταδίκης ἀντίστροφα καὶ θεραπευτικὰ τῆς ἐπ´ ἐκείνων ἀρᾶς, εἰς εὐλογίαν ταύτην μετάγοντα· ἐπεθύμησε γὰρ τοῦ μυστικοῦ κάλλους τῆς ἀειπαρθένου, ταύτης Δ ποῦ παντὸς βασιλεὺς, ὡς ὁ Δαβὶδ προηγόρευσε, καὶ κλίνας τοὺς οὐρανοὺς κατέβη, καὶ ταύτῃ ἐπεσκίασε, μᾶλλον δὲ ἐνῴκησεν ἡ ἐνυπόστατος τοῦ Ὑψίστου δύναμις· οὐ γὰρ διὰ γνόφου καὶ πυρὸς ὡς ἐπὶ τοῦ θεόπτου Μωϋσέως, οὐδ´ ὡς ἐπὶ τοῦ προφήτου Ἰλιοῦ διὰ λαίλαπος καὶ νεφέλης ἐπεδείξατο τὴν παρουσίαν,