Ancient Greek
246
Gregorius Palamas, Homiliae 246
Unproofread scanNot analysed yet
ἄζ δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἵκου Ἰσραήλ·» οὗτος νῦν, «Πορευθέντες, φησί, μαθητεύσατε πάντα τὰ ἔθνη·» καὶ γὰρ ἡμῶν ἀπειθεισάντων πρότερον, καὶ τὸν ἔν τῶ κόσμῳ ὄντα, καὶ διὰ τῆς εὐκοσμίας τῶν ὄντων κηρυττόμενον Θεὸν μὴ ἐπιγνῶναι θελησάντων, τοῖς εὐπειθῶς ἐπιγνοῦσι δικαίως ὁ Κύριος δι´ ἑαυτοῦ τε καὶ τῶν προφητῶν αὐτοῦ διελέγετο· νῦν δὲ κἀκείνων ἀπειθεισάντων, οὐδὲν τῇ δικαιοκρισίᾳ τοῦ Θεοῦ προσίσταται, πρὸς τὸ καὶ ἡμᾶς ἐλεηθῆναι, καὶ διὰ τῶν ἱερῶν ἀποστόλων αὐτῷ μαθητευθῆναι. Καὶ τάχα τοῦτό ἐστιν τὸ, «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ ΑγΧ ΑγΧ,»ώς τῆς θείας δικαιοκρισίας μὴ ἐφιείσης πρότερον ἐπίσης τοῖς πειθομένοις καὶ τοὺς ἀπειθεῖς ἡμᾶς ἐλεεῖσθαι, καὶ προσκαλεῖσθαι πρὸς τὰ οὐράνια. Νῦν δὲ τῶν μὲν πρότερον, τῶν δὲ ὕστερον, ἀμφοτέρων δὲ καὶ πάντων συγκεκλεισμένων εἰς ἀπείθειαν, κατ´ οἰκείαν ἐξουσίαν δεδομένην παρὰ τῆς οἰκείας δικαιοκρισίας, οὓς ἠθέλησιν ὁ Θεὸς ἠλέησεν. Ἐθάλησε δὲ καὶ ἠλέησεν ἡμᾶς τοὺς ἐξ ἐθνῶν, μᾶλλον δὲ πάντας, ἐπεὶ καὶ πάντων ἐστὶ Θεός· τὴν μὲν γὰρ τοῦ ἐλέους ἀρχὴν ἀφ´ ἡμῶν ἠθέλησε ποιήαδκσθαι νῦν, ἀλλ´ οὐκ ἀπὸ τῶν νῦν ἀπειθησάντων· οὐκ ἀπεστράφη δὲ τελέως οὐδ´ ἐκείνους· ἀνέῳκται γὰρ κἀκείνοις δι´ ἡμῶν ἡ θύρα τῆς σωτηρίας, εἴπερ βούλοιντο, καὶ τοὺς ἐξ αὐτῶν τῇ καθ´ ἡμᾶς Ἐκκλησίᾳ προσιόντας προσδέχεται ἀσμένως· οὐ γὰρ ἔπταισαν ἵνα πέσωσιν, ἀλλ´ ἵνα τῷ αὐτῶν παραπτώματι τοῖς πρότερον ἀπειθήσασιν ἡμῖν ἡ σωτηρία προσγένηται, ἐἰς τὸ παραζηλῶσαι αὐτοὺς καὶ πρὸς τὴν ὁμοίαν ἐφελκύσασθαι σωτηρίαν, εἴ γε μὴ τοὺς ὁφθαλμοὺς ἑκόντες μύουσι, καὶ τὰ ὧτα βύουσιν, ἵνα μὴ ἰδόντες καὶ ἀκούσαντες καὶ πιστεύσαντες σωθῶσι. Καὶ παραπλήσιόν τι γέγονεν, ὥσπερ λν εἴ τις σκεῦος ἐν ἑαυτῷ πηγὴν ἐλαίου φέρον ἐπὶ θάτερα παρασκευάσει νεύειν· τὸ δὲ δαψιλὲς τὸ ῥεῦμά ἀφιὲν οὐ τὸ πρὸς ὃ νεύει μόνον, ἀλλὰ καὶ τὸ ἕτερον πλημμυρῆσαν κατακλύσει μέρος· ἡ γὰρ ἐπὶ τοῦ προσκυνητοῦ σώματος ἄβυσσος τῶν θείων οἰκτιρμῶν ἐπὶ τὰ ἔθνη νεύσασα, οἷον τῶν Ἰουδαίων ὡθησάντων, οὐ τῶν εθνῶν μόνον τοὺς πιστεύσαντας, ἀλλὰ καὶ τοὺς ἐξ Ἰουδαίων συμπεριέλαβεν. «Ἔὸόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ ΑγΧ.» Ἔστι καὶ κατὰ τὸ ἀνθρώπινον νοῆσαι τοῦτο· ἣν γὰρ ἐξουσίαν ὡς Θεὸς ἐξ ἀιδίου εἶχε, καὶ τὴν δύναμιν καὶ τὴν δόξαν καὶ τὸ ὑπερουράνιον ὕψος καὶ τὸ ἀξίωμα νῦν λαμβάνει ὡς ἄνθρωπος. Ἐδόθη μοι τοίνυν ἑκ να νεκρῶν ἀναστάντι, φησὶ, πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ ΑγΧ. Οὐκ ἔτι βασιλεύει τῆς σαρκὸς ὁ θάνατος· τὸ γὰρ θνητὸν αὐτῆς ὑπὸ τῆς ζωῆς ἐν ἐμοὶ κατεπόθη. Οὐκ ἔτι τελευτὴ καὶ τελεία λῆξις ὁ θάνατος· ἡ γὰρ ἀθάνατος ζωὴ τοῦτον ἐν ἐμοὶ διεδέξατο, καὶ δι´ ἐμοῦ πάντες οἱ θανόντες εἰς ζωήν μεταβήσονται. Οὐκέτι καθέξει τὰ σώματα τῶν θανόντων ἐπὶ τῆς ὁ θάνατος· ἐγὼ γὰρ τὸ γηγενές ἐμὸν σῶμα τοῖς ἐν οὐρανοῖς ἐνθρονίσω, καὶ σὺν αὐτῷ τῶν οὐρανῶν βαὡς