Ancient Greek
247
Gregorius Palamas, Homiliae 247
Unproofread scanNot analysed yet
τοῦ παντὸς βασιλεύς. Καὶ τοὺς μὲν ἀξίους τῆς γῆς ἐν αὐτῇ καταλείψω· τοὺς δὲ δικαιωθέντας μετὰ τῶν οἰκείων σωμάτων εἰς οὐρανοὺς ἀναλήψομαι, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν αὐτοῖς χαρίσομαι. Πορευθέντες νῦν, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες καὶ διδάσκοντες αὐτούς· καὶ τοῦτο τῆς ἐξουσίας ἣν ἔλαβεν· οὐ γὰρ εἶπε «διδάσνον. τες» μόνον, ἀλλὰ καὶ «μαθητεύσατε πάντα τὰ ἔθνη.» Τὸ μὲν διδάσκειν μόνον τῶν ἀποστόλων ἦν τελούντων τὸ πρόσταγμα· τὸ δὲ καὶ μαθητὰς κτᾶσθαι καὶ βαπτίζειν, καὶ ταῦτα ἐκ παντὸς ἔθνους τε καὶ γένους κατὰ πλήθη συμφορουμένους, οὐκέτι τῶν διδασκόντων ἦν μόνον, ἀλλὰ καὶ τῶν ὑπακουόντων, μᾶλλον δὲ τῆς θείας χάριτος καὶ δυνάμεως τοῦ προστάξαντος· ὃ δηλῶν καὶ ὁ θεῖος Παῦλος ἔλεγεν· Ἐδόθη μοι χάρις εἰς ὑπακοὴν ἐν πᾶσι τοῖς ἔθνεσι. Βαπτίζοντες αὐτοὺς, εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἰοῦ καὶ τοῦ ἀγίου Πνεύματος. Ὁρᾶτε τὴν συμφυίαν καὶ τὴν ὁμοτιμίαν τῶν τριῶν προσκυνητῶν προσώπων παῤῥησίᾳ κηρυττομένην; Ἕν γὰρ ὄνομα τῶν τριῶν· εἷς ὁ ἐκ τούτων ἁγιασμός· μία ἡ πρὸς ταῦτα πίστις. ΚΦΙἄ Εἴρηται δὲ πολλάκις ἐν τῷ Εὐαγγελίῳ περὶ τούτων, ἀλλὰ ἀμυδρότερον. Καὶ τοῦ Κυρίου δὲ βαπτιζομένου, τὸ μὲν τρισυπόστατον τρανῶς ἐδείχθη, τὸ δὲ συμουὲς τούτων καὶ ὁμότιμον οὐχ οὕτω· νῦν δὲ πᾶσι κηρύττεσθαι καὶ τῇ καρδίᾳ τῶν πιστευόντων ἐξ ἀρχῆς ἐναποτίθεσθαι παραγγέλλει ὁ Κύριος, ώς οὐκ ἐνὸν δίχα τοῦ δόγματος τούτου καὶ τῆς κατὰ´ αὐτὸ πίστεως ἀρχὴν ὅλως θεοσεβείας καταβαλέσθαι. Οὐ βαπτίζοντες δὲ μόνον, ἀλλὰ καὶ διδάσκοντες της ρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· ὥστε οὐκ ἀρκεῖ τὸ βάπτισμα μόνον μαθητὴν ποιῆσαι τοῦ Εὐαγγελίου τὸν ἄνθρωπον, ἀλλὰ δεῖ καὶ τῆς τῶν θείων ἐντολῶν τηρήσεως, καὶ τούτων πασῶν· διδάσκοντες γὰρ τηρεῖν αὐτοὺς, φησὶν, οὐ τινὰ, ἀλλὰ πάντα ὅσα ἐνετειλάμην ὑμῖν. Καλῶς ἄρα Ἰάκωβος ὁ ἀδελφόθεος ἔγραψε, λέγων· «Ὅστις ὅλον τὸν νόμον τηρήσει, πταίσει δὲ ἐν ἑνὶ, γέγονε πάντων ἔνοχος·» δι´ ἑκάστης γὰρ ἁμαρτίας ὁ περιπεσὼν καὶ μὴ διὰ τῆς μετανοίας ἀπὸ τοῦ βαράθρου τῆς ἁμαρτίας ἑαυτὸν ἀναλαβών παραβάτης γίνεται τοῦ νόμου τῆς χάριτος. Οὕτως οὐν, φησί, λαλεῖτε, καὶ οὕτω ποιεῖτε, ὡς ὑπὸ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι· ὁ γὰρ τοῦ xριστοῦ νόμος νόμος ἐλευθερίας ἐστίν· ἠλευθέρωσε γὰρ ἡμᾶς διὰ τοῦ θείου βαπτίσματος ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. Ἄν τοίνυν μὴ σπεύσωμεν ἕως τέλους ἑαυτοῖς φυλάξαι τὴν ἐλευθερίαν δι´ ἔργων τε καὶ λόγων ἀνεγκλήτων, ἢ διαπεσοῦσαν ἐπανακαλέσασθαι διὰ τῆς μετανοίας, ὑπ´ αὐτοῦ τοῦ ἐλευθερώσαντος νόμου κατακριθησόμεθα, ὡς μὴ τηρήσαντες τὴν δεδομένην ἡμῖν ἐλευθερίαν. Διὸ Παῦλος ὁ θεῖος περὶ μὲν ἑαυτοῦ φησιν· «Οὕτω τρέχω, ὡς οὐκ ἀδήλως· οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων· ἀλλ´ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.» Πρὸς ἡμᾶς δὲ, πρὸς τὸν ὅμοιον διεγείρων ζῆλον, «Οὐκ οἰδατε, φησὶν, ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἶς δὲ λαμβάνει