Ancient Greek
258
Gregorius Palamas, Homiliae 258
Unproofread scanNot analysed yet
ἐκεῖνος παρανόμω, ἔγημε, λέγων πρὸς αὐτόν· «Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα φιλίππου τοῦ ἀδελφοῦ σου.» Ὁ δὲ τὸν ἔλεγχον, μᾶλλον δὲ τοὺς ἐλέγχους μὴ φέρων, προσέθηκε καὶ τοῦτο τοῖς ἄλλοις πονηροῖς ἔργοις, κατέκλεισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ. Φλιππος δὲ οὖτος υἱὸς καὶ αὐτὸς ἦν Ἡρώδου, μοίρας ἐτέρας τετράρχης ὥν· τοῦ γὰρ πατρὸς αὐτῶν Ἡρώδου μετὰ τὴν ἀπηνῆ καὶ φρενοβλαβῆ βρεφοκτονίαν ἐκείνην συμφοραῖς καὶ νόσοις ἀνηκέ. στοις καὶ ἀνυποίστοις περιπεσόντος, καὶ ἑαυτὸν ἀνελόντος ἐξ ὑπερβαλλούσης ἀνίας καὶ περιωδυνίας, ἡνίκα καὶ πρὸς τὸν Ἰωσὴφ ὁ ἄγγελος ἐν Αἰγύπτῳ εἶπεν· «Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου·» τοῦ Ἡρώδου τοίνυν ἐκείνου κακῶς τὸ ζῇν ἀποῤῥήξαντος, ὁ τῶν ὅλων αὐτοκράτωρ τηνικαῦτα Καῖσαρ εἰς τέσσαρα διεῖλε τὴν ὑπ´ ἐκεῖνον ἀρχὴν, καὶ τοῖς μὲν δυσὶν ἑτέρους ἐπέστησε, τῶν δ´ ἑτέρων δύο μερῶν ΑᾶΚε τετράρχας κατέστησε τοὺς τοῦ Ἡρώδου υἱοὺς, Φλιππόν τε καὶ τὸν Ἡρώδην τοῦτον. Διὸ καὶ ὁ εὐαγγελιστὴς Λουκᾶς τετραρχεῖν αὐτὸν λέγει τῆς Ἰουδαίας· Φίλιππον δὲ τὸν ἀδελφόν αὐτοῦ τῆς Ἰτουραίας τε καὶ ραχωνίτιδος χώρας, ἡνίκα τῷ Ἰορἀάνῃ ἐπέστη ὁ Ἰωάννης κηρύσσων βάπτισμα μετανοίας. Οὗτος οὖν ὁ νέος Ἡρώδης κρατήσας ἔδησε καὶ ἔθετο τὸν Ἰωάννην ἐν φυλακῇ· ὡς μὲν ὁ Ματθαῖος καὶ ὁ Μάρκος φησὶν, ἐλεγχόμενος ὑπ´ αὐτοῦ διὰ τὴν Ἡρωδιάδα, ἢν σφετερισάμενος ἦν, γυναῖκα οὐσαν τοῦ ἀδελφοῦ αὐτοῦ. Ὁ δὲ Λουκᾶς οὐ διὰ τὴν Ἡρωδιάδα μόνον φησὶν, ἀλλὰ «Καὶ περὶ πάντων ὡν ἐποίησε πονηρῶν ὁ Ἡρώδης, προσέθηκε καὶ τοῦτο ἐπὶ πᾶσι, καὶ κατέκλεισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ.» Πῶς οὖν οἱ ἄλλοι εὐαγγελισταὶ τοῦ περὶ τῆς Ἡρωδιάδος ἐλέγχου μόνον πεποίηνται μνήμην; Ἐπειδὴ τοῦ κατακεκλεῖσθαι τὸν Ἰωάννην καὶ ἄλλα πολλὰ τὰ αἴτια, μᾶλλον δὲ πάντα τοῦ φιλοπονήρου βασιλέως τὰ ἔργα, ἐφ´ οἷς ἅπασιν ἐλεγχόμενος, τὴν Ἰωάννου παῤῥησίαν οὐκ ἔφερε· τοῦ δὲ τὴν κεφαλὴν ἀποτμηθῆναι μόνη γέγονεν ἡ μοιχαλὶς αἰτία, ταῖς παρ´ ἑαυτῆς μηχαναῖς τε καὶ σπουδαῖς καταπραξαμένη, καὶ εἰς τέλος ἀγαγοῦσα τὸ ἔργον· αὕτη γὰρ ἐλέγχοντι καὶ ἀνθέλκοντι τῆς παρανόμου πράξεως τὸν Ἡρώδην, ἐνεῖχεν ἐγκοτοῦσα τῷ Ἰωάννῃ, καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι· οὐ γὰρ ἦν ἄλλως κατασιγάσαι τὸν ὡς ἐδόκει κατ´ αὐτῆς ἔλεγχον. Οὐχ ἀπλοῦν δέ τι τὸ κατ´ αὐτὴν μύσος ἦν, οὐδὲ διπλοῦν μόνον, ἀλλὰ καὶ πολλαπλοῦν· μοιχεία τε γὰρ ἥν, τὸ πάντων ἁμαρτημάτων αἴσχιστον, καὶ οὐ παρ´ ἑτέρου τι. νὸς ἐκτελουμένη. ἀλλὰ παρὰ τοῦ ἀδελφοῦ τοῦ τῆς μοιχευομένης ἀνδρὸς, καὶ παιδοποιήσαντος μετ´ αὐτῆς ἐκείνου, ὡς καὶ τὴν παῖδα ζῆν ἔτι, ὃ καὶ ἀποθανόντος ἐκείνου, τὸν ἀδελφὸν οὐδὲ κατὰ τὸν Μωσέως νόμον συνεχώρει τὴν ἐκείνου γυναῖκα γῆμαι. Ὁ δὲ καὶ ζῶντος τοῦ ἀδελφοῦ καὶ θυγατάρα ἔχοντος ἐπεβούλευσε τῇ κοίτῃ· οὐδὲ γοῦν κρυφίως, ὡς μεθ´ ὑποστολῆς τινος ἐργάζεσθαι τὴν ἀσέλγειαν, ἀλλὰ παῤῥησίᾳ καὶ ἀπηρυθριασμένως ἐξετέλει τὸ