Ancient Greek
259
Gregorius Palamas, Homiliae 259
Unproofread scanNot analysed yet
[εύσος. Οὕτω γοῦν κατὰ πᾶσαν πρόθεσιν προσκείμενος τῇ κακίᾳ, κἀντεῦθεν τὸν ἔλεγχον μὴ φέρων, ἐν φυλακῇ τὸν Ἰωάννην κατέκκεισεν. Ἀλλὰ καὶ ἡ φυλακὴ αὕτη μείζων ἔλεγχος ἦν, καὶ ἀκουομένη, καὶ ὁρωμένη, καὶ διὰ πάντων φοιτῶσα διὰ τῆς φή] μης· διὰ τοῦτο καῖ ἡ Ἡρωδιὰς ἐνεῖχεν αὐτὸν, δηλονότι τὴν κατὰ τοῦ Ἰωάννου μανίαν ἐν ἑαυτῇ ἔτρεφε, καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο· «Ὁ γὰρ Ἡρώδης, φησὶν, ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἄγιον.» Ἐσοβεῖτο μὲν ὁ Ἡρώδης τὸν Ἰωάννην διὰ τὸ τῆς ἀρετῆς ὑπερβάλλον, οὐκ ἐφοβεῖτο δὲ τὸν Θεὸν, παρ´ οὗ τοῖς ἀνθρώποις ἡ ἀρετή· οὐδὲ αὐτὸν ἐφοβεῖτο τὸν Ἰωάννην ἅτε τοιοῦτον, καίτοι καὶ αὐτὸς τοῦτον εἰἄφέόσδόίάττοψση, ἐῤψεαώ ψοοσοηἡωρρλοσαασς οστονοισι πα κα φήσιν ὁ Ματθαῖος· ὡς γὰρ ὁ αὐτὸς συγγράφεται, οὐχ ἡ Ἡρωδιὰς μόνον, ἀλλὰ καὶ αὐτὸς ὁ Ἐρώδης θέλων ἀποκτεῖναι τὸν Ἰωάννην, ἐφοβεῖτο τὸν ὄχλον. Ὁ δέ φησιν ὁ Μάρκος περὶ Ἡρώδου, ὅτι ἡδέως ἤκουεν τοῦ Ἰωάννου, τοιοῦτόν ἐστι· καθάπερ ἐπὶ τῶν ἰατρικῶν πομάτων αἰσθανόμεθα μὲν τῆς πικρίας, καταδεχόμεθα δὲ αὐτὰ, τὴν ἁπὸ τούτων ἐννοοῦντες ὡφέλειαν, οὕτως ἀντιστρόφως ἐπὶ τῶν πνευματικῶν διδαγμάτων, ἥδονται μὲν αὐτοῖς τοιούτοις φύσει γλυκέσιν οὖσι καὶ οἱ μὴ τούτοις πειθόμενοι, οὐ καταδέχονται δὲ αὐτὰ, τὴν ἀπὸ τούτων ἐννοοῦντες ΑΑΞ πρὸς τὰς οἰκείας πονηρὰς ὀρέξεις ἀντέθεσιν· ἴσως δὲ καὶ ἡδέως μὲν ἀκούων ἦν αὐτοῦ πρότερον, ἐπεὶ καὶ συνετήρει, φησὶν, αὐτὸν, καὶ ἀκούων αὐτοῦ πολλὰ ἐποίει· πεφυκότων δὲ τῶν κακῶν μισεῖν τοὺς ἐλέγχοντας, τοῦ μίσους προσγενομένου διὰ τὸν ἔλεγχον, πάντων ἀλογήσας ἐκείνων συνεφώνει τῇ μοιχευομένῃ κατὰ τὴν φόνιον γνώμην, καὶ θέλων καὶ αὐτὸς ἀποκτεῖναι τὸν Ἰωάννην, καθά φησιν ο Ματθαῖος, ἐφοβεῖτο τὸν ὄχλον, οὐκ ἔνστασίν τινα δεδιὼς ἐκ τούτων, ἀλλὰ μόνην τὴν ἀπὸ τούτων κατάγνωσιν, ἐπειδήπερ ὡς προφήτην αὐτὸν εἶχον· ᾔδει γὰρ ὡς οὐδένα τῶν ἁπάντων λέληθε τὸ περιὸν τῆς ἀρετῆς καὶ χάριτος Ἰωάννου, καὶ τῆς παρὰ τῶν πολλῶν δόξης ὑπάρχων ἥττων ἐφοβεῖτο τὴν παρὰ τούτων κατηγορίαν, καὶ τὸν παρ´ αὐτῶν θηρώμενος ἔπαινον ἔστιν ἐφ´ ὧν ἔτι τὴν πρὸς τὸν Ἰωάννην προσεποιεῖτο πειθὼ καὶ εὐλάβειαν. Ἀλλ´ ἡ Ἡρωδιὰς σοοὸ οὖσα κοῆ κακοποιῆσαι καὶ τοῦτον δὴ τὸν φόβον ἔλυσεν αὐτῷ, καὶ πρὸς τὸν φόνον, ὡς ἐνόμισε, μᾶλλον δὲ ὡς ἠπάτησεν ἀνεγκλήτως ἐπῆρεν· ἐγκοτοῦσα γὰρ καὶ φονῶσα καιρὸν ἐζήτει τὴν ἀπὸ τῶν πολλῶν συσκιάσαι μέμψιν, καὶ προαγαγεῖν εἰς ἔργον τὴν κατὰ τοῦ Βαπτιστοῦ καὶ Προφήτου μανίαν. Γενομένης οὖν, φησὶν, ἡμέρας εὐκαίρου, πρὸς τὴν φονικὴν δηλογότι μηχανὴν, τελουμένων τῶν γενεθλίων Ἡρώδου, καὶ παντὸς μὲν τοῦ ὄχλου συνειλεγμένου, πάντων δὲ τῶν ἐν τέλει προκαθημένων, εἰσῆλθε μεταξὺ πάντων, ἀφεθεῖσα παρ´ αὐτῆς ἐπίτηδες ἡ ταύτης θυγάτηρ, καὶ ὑπὸ τοὺς ἁπάντων ὀφθαλμοὺς ὡρχήσατο τὸ κοράσιον, καὶ ἤρεσε τοῖς τε ἄλλοις καὶ τῷ Ἡρώδη. Πῶς γὰρ οὐκ ἔμελλεν αὐτῆς τε οὖσα καὶ Μπ´ αὐτῆς προαχθεῖσα, καὶ ἀναιδῶς ὀρχήσασθαι, καὶ τῳ Ἡρώδῃ ἀρέσκειν, Ἐπὶ τοσοῦτον δὲ τοῦ φιλοπαίγμονος