Ancient Greek
260
Gregorius Palamas, Homiliae 260
Unproofread scanNot analysed yet
ἐκράτησε βασιλέως ἢ ἀναιδὴς ὄρχησις, ὥστε καὶ εἰπεῖν τῷ κορασίῳ· «Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι· καὶ ὥμοσεν αὐτῇ ὅτι Ὦ ἐὰν αἰτήσῃς, δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου.» Ἐξέρχεται πρὸς τὴν μητέρα καὶ διδάσκαλον τῶν ἀσέμνων ἁλμάτων ἐκείνων καὶ λυγισμάτων τὸ ἀναιδὲς κόριον, ἀπαγγέλλει τὸν ὅρκον, ζητεῖ διδαχθῆναι τὸ αἴτημα, διδάσκεται πάραυτα, καὶ προθυμότατα πείθεται, καὶ πρὸς τὸν βασιλέα μετὰ σπουδῆς ἐπανέρχεται, καὶ τὴν αἴτησιν ἀνερυθριάστως προβάλλεται· Θέλω, λέγουσα, ἵνα μοὶ δῷς ἐξ αὐτῆς, ὅτι τάχιστα, κατ´ αὐτὴν δηλονότι τὴν ὥραν, ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ. Ταῦτα μὲν οὖν τὸ κοράσιον ἀπηρυθριασμένως ᾐτεῖτο· ἡ δὲ μοιχαλὶς ἔλυεν, ὡς ᾤετο, τῷ βασιλεῖ διὰ τούτων τὴν ἐπὶ τῷ φόνῳ τοῦ Βαπτιστοῦ καὶ προφήτου κατηγορίαν· Διὰ τὴν πρὸς τὸν ὅρκον εὐλάβειαν δόξεις, λέγουσα, τὸν φόνον ἐργάσασθαι, καὶ οὐ διὰ τὸ πρὸς τὸν δίκαιον μῦσος. «Ὁ δὲ βασιλεὺς περίλυπος γενόμενος, φησί, διὰ τε τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους, οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι·» διὸ καὶ πέμψας ἀπεκεφάλισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ, καὶ ἠνέχθη ἡ κεφαλὴ, καὶ ἐδόθη τῷ κορασίῳ. Βαβαὶ πόσων κακῶν αἴτιον ἡ δοξομανία! Οὐκ! ψδύνατο φονεῦσαι διὰ τὸν ὄχλον, ἐφόνευσεν αὖθις διὰ τοὺς συνανακειμένους· περίλυπος ἐγένετο δι´ αλδὲν ἄλλο, ἢ διὰ τὸ δόξαι τῆς παρὰ τῶν πολλῶν ἐστερῆσθαι δόξης· στενὰ γὰρ ἐγένετο πάντοθεν τῷ βασιλεῖ τὰ πράγματα, ἂν μὲν φονεύσῃ τὸν δίκαιον, ἡ ἐπὶ τῷ φόνῳ μέμψις προσδόκιμος, ἂν μὴ φονεύσῃ, δόξει ἐπίορκος· ὁ ὅρκος διὰ φιλοτιμίαν, ὁ ἐπὶ τῇ παραβάσει τοῦ ὅρκου φόβος διὰ φιλοδοξίαν, ὁ ἐπὶ τῆς τοῦ ὅρκου φυλακῇ φόνος διὰ τὴν δόξαν· αὐτὸ τὸ συμπόσιον κενοδοξία συνεκρότησεν ἅπαν. ΑΑΒ Καλῶς ἄρα ἐν τοῖς Εὐαγγελίοις φησίν ὁ Κύριος· «Πῶς δύνασθε πιστεύειν εἰς ἐμὲ δέξαν παρὰ ἀλο λήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ μὴ ζητοῦντες·» Ταύτην τὴν ἑξ ἀνρώπων δόξαν καὶ Ἰουδαῖοι ζητοῦντες τὴν πρὸς αὐτὸν ἠθέτησαν πίστιν, καὶ τὸ καθ´ ἑαυτοὺς πάντων τῶν προφητῶν τὴν κεφαλήν ἔκοψαν, τὸ πλήρωμα τῶν προφητῶν ἀνελόντες Χριστόν. Τοιαῦτα τὰ ἔργα τοῦ ὑπὸ μοιχαλίδων καὶ ὀρχηστρίδων γυναίων βασιλευομένου βασιλέως· τοιαῦτα οἷς θέλγεται καὶ ἀρέσκεται, καὶ δι´ ἃ τὴν βασιλείαν ἀπεμπολεῖ καὶ προδίδωσι. καὶ εἰς τοῦτο πράξεως ἄγεται. Τοιοῦτόν τι πάσχει καὶ ὁ ἡμέτερος νοῦς, ἀδελφοί· βασιλεὺς γὰρ καὶ αὐτοκράτωρ τῶν παθῶν ὑπὸ Θεοῦ δεδημιουργημένος, ὅταν αὐτὸς ὑπὸ τούτων θελχθῇ, εἰς ἀτόπους δουλείας καὶ πράξεις ἐκτόπους ἐξάγεται, καὶ οὔτω τῶν τῇ ἁμαρτίᾳ καὶ τοῖς πάθεσι δεδουλωμένων ἕκαστος, ὑπὸ τοῦ οἰκείου συνειδότος ἐλέγχοντος ἀχθόμενοί τε καὶ δυσχεραίνοντες πρῶτον μὲν οἰονεὶ κατακλείουσιν αὐτὸ, καθάπερ ὁ Ἡρώδης τὸν Ἰωάννην, αὐτοῦ ἀκούειν μὴ θέλοντες· πρὸς δὲ καὶ τοὺς εἰς ἀθέτησιν τῆς ἁμαρτίας καὶ τροπὴν πάσης καλοκἀγαθίας γεγραμμένους λόγους μηδὲ τούτων ἀκούειν ἀποδεχόμενοι· ὅταν δὲ τελέως κρατηθῶσιν ὑπὸ τῆς παρανόμως συνοικούσης αὐτοῖς Ἡρωδιάδος, τῆς φιλαμαρτήμονος γνώμης, τότε καὶ τὸν ἔμφυτον αὐτοῖς τῆς χάριτος λόγον, τὴν ἑαυτῶν φημι συνείδισινς