Ancient Greek
263.1 to 263.16
Gregorius Palamas, Homiliae 263.1-16
Unproofread scanNot analysed yet
κόσμῳ τρεφόμενοι διὰ βίου, πρὸς τὰς πολυμόρφους, τῶν παθῶν θέας, πρὸς τὰς πολυῤῥήμονας καὶ οὐχ ἧττον ἀσχήμονας ἀκοάς τε καὶ ὁμιλίας μὴ παθεῖν κακῶς, μηδὲ τρωθῆναι καὶ πονήρως διατεθῆναι τὸν ἔσω ἄνθρωπον; Οὐκ ἔστι τοῦτο, οὐκ ἔστι. Διὰ ταῦτα τὸν τῆς χάριτις Πρόδρομον οἱ Πατέρες μιμούμενοι, τῷ κόσμῳ ἀποταξάμενοι, καὶ τὴν συναυλίαν φυγόντες τῶν αὐτῷ προσκειμένων, οἱ μὲν τὴν ἔρημον ᾤκησαν, καὶ πολλοὺς τῶν ἔπειτα γεγονότων πρὸς ταύτην εἴλκυσαν· οἱ δὲ περιτειχίσμασιν ἱεροῖς ἐνασκήσαντες, καὶ συνοδίας πνευματικὰς ἐν αὐτοῖς συνε· ὅτίδαντο, αἷς ἡμεῖς ἄλλοτε ἄλλος κατὰ ζῆλον ἐκείνων ἐναρμοζόμενοι τοῖς ἱεροῖς τούτοις ἐμβιοῦμεν σ κοῖς. Ου κατεκεῖν δὲ μόνον ἐν αὐτοῖς δεῖ, ἀλλὰ καὶ κατὰ τοὺς Πατέρας ἐκείνους ζῇν· οὐδὲ γὰρ τῶν ἐπὶ γῆς ἄλλων τούτων τοῦ Θεοῦ παραδείσων τὸ γνωστὸν καλοῦ καὶ πονηροῦ ξύλον ἄπεστιν, οὐδ´ ὁ πονηρὸς ψφηγετής· ἔστι δὲ ἡμᾶς παιδευθέντας τοῖς ἐκ παα λαιοῦ παραδείγμασι, τῷ μόνῳ σοφῷ τε καὶ ἀγαθῷ συμβούλῳ προσέχειν, καὶ τοῖς αὐτῷ πρότερον καὶ νῦν πειθαρχοῦσι κατ´ ἴχνος ἕπεσθαι, τὴν ἀναστροφὴν ἀποστολικῶς εἰπεῖν μιμουμένους τούτων ὡν τὴν ἔκβασιν εἴδομεν. Εἰσὶ δὲ καὶ θηρία καὶ κτήνη κατά τε τὴν ἔρημον καὶ τὰ ἱερὰ ταῦτα σεμνεῖα· καὶ πολὺ τὸ δέος, μὴ παρασυμβληθῶμεν τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὁμοιωθῶμεν αὐτοῖς ἂν μὴ πρὸς δύναμιν ἕκαστος τὸν Ἰωάννου βίον μιμώμεθα. Τί οὖν; Ἐκεῖνος τὴν κεφαλὴν ἀεὶ ἀπερικάλυπτον εἶχεν,, ἀδιαλείπτου προσευχῆς τοῦτο δεῖγμα, καὶ τῆς πρὸς Θεὸν παῤῥησίας· ἀκατακάλυπτον γὰρ δεῖ τὸν ἄνδρα προσεύχεσθαι κατὰ τὴν τοῦ Ἀποστόλου φωνήν, ὡς. ἂν ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζώμεθα. Ἐγκαλυπτέσθωσαν οὗν οἱ τῷ κόσμῳ συνδεδεμένοι, διὰ τὰς περιστοιχιζούσας, μᾶλλον δὲ συμπεφυκυίας βλάβας, καὶ τὰ παρὰ πόδας συνεχῆ σκῶλα, μὴ τοῦτο δυνάμενοι διηνεκῶς καθ´ ἡμᾶς. Ἡμεῖς δὲ οἱ καλῶς τοῦ κόσμου ἀναχωρήσαντες, ἀναχωρῶμεν αὐτοῦ καὶ τῇ διανοίᾳ, ψαλμοῖς καὶ ᾠδαῖς καὶ προσευχαῖς πνευματικαῖς τῶ Χριστῷ συνδήσαντες τὸν νοῦν τὸν ἡμέτερον, καὶ σκήνωμα ποιὴ σωμεν ἑαυτοὺς τοῦ σωτηρίου ὁνόματος·