Ancient Greek
263.17 to 263.26
Gregorius Palamas, Homiliae 263.17-26
Unproofread scanNot analysed yet
αὐτοῦ μνημονεύοντες, δι´ ὃν τοῦ κόσμου ἐξήλθομεν· ὁ γὰρ δι´ αὐτὸν τοῦ κόσμου ἀναχωρήσας καὶ τῶν ἑν βίω τὴν πρὸς αὐτὸν ἕνωσιν ποθεῖ πάντως· ἡ δὲ διὰ τῆς αὐτοῦ διηνεκοῦς προσγίνεται μνήμης καθαιρούσης τὸν νοῦν. Καθάρωμεν οὐν τὸ τῆς διανοίας ὄμμα, ἔργοις καὶ λόγοις καὶ λογισμοῖς πρὸς τὸν Θεὸν ἀνατείνοντες· οὐ γὰρ ἔχομέν τι τῶν κατασπώντων, ἂν μόνον ἐθέλωμεν κατὰ τὸ ἐφικτὸν πρὸς τὸν Ἰωάννου βίοῷ ὁρᾷν. Ἐκεῖνος ἄστεγος περιῆγεν, ἡμεῖς ἀρκεσθῶμεν τῇ μικρᾷ στέγῃ· στέρξωμεν τῷ παρὰ τοῦ προεστῶτος ἔκαστος δεδομένῳ οἰκίσκῳ, τὸν διὰ βίου ἀνέστιον ἐνθυμούμενοι· ἐκεῖνος ἠρκεῖτο τοῖς ἀκροδρύοις καὶ τῷ μελεάγρῳ, βοτάνη δέ ἐστιν αὕτη αὐτομάτως ἐν ἐρήμῳ φυομένη, ἦς ταῖς ῥίζαις καὶ οἱ μετὰ τοῦτον ἐρημοπολῖται Πατέρες πρὸς τροφὴν ἐχρήσαντο· ἀκρόδρυα δέφασι τὰς ὀπώρας· ὀπώραις ΦΑ οὖν ἐκεῖνος καὶ ῥίζαις βοτανῶν διέζη, ἢ μέλιτι ὀρείῳ, μονοχίτων τα ἦν, καὶ ζώνην δερματίνην εἶχε περὶ τὴν ὀσφύν, ὁμοῦ μὲν δι´ αἰνιγμάτων δεικνὺς τὴν νέκρωσιν τῶν παθῶν ἐν τῷ σώματι περιφέρων, ὁμοῦ δὲ καὶ τὸ τὴς