Ancient Greek
274.13 to 274.17
Gregorius Palamas, Homiliae 274.13-17
Unproofread scanNot analysed yet
Καίτοι καὶ τοῦτο χρέος ἡμῖν, εἰ καὶ μὴ πρὸς ἀλλήλους ἴσως, ἀλλὰ πρὸς τὸν δόντα ἑαυτὸν εἰς θάνατον ὑπὲρ ἡμῶν, οὐκ εἰς λύτρον μόνον, ἀλλὰ καὶ παράδειγμα καὶ διδασκαλίαν ἔμπρακτον ἔργου καὶ λόγου καὶ νοῦ παντὸς ἀσυγκρίτως ὑψηλοτέραν. Εἰς τοῦτο γὰρ, φησὶ, Χριστὸς ἔπαθεν ὑπὲρ ἡμῶν ἡμῖν ὑπολιμπάνων ὑπογραμμὸν, ἵνα ἐξακολουθήσωμεν τοῖς ἴχνεσιν αὐτοῦ, καὶ ἕτοιμοι ὧμεν, εἰ δεήσει, καὶ τὴν ψυχήν ἡμῶν Οοεῖναι, εἰς ἐκπλήρωσιν τῶν ἐντολῶν αὐτοῦ. Οὕτω γὰρ καὶ τῆς ἐν αὐτῷ διαιωνιζούσης ζωῆς καὶ βασιλείας μεθέξομεν, συζῶντες ἀιδίως αὐτῷ καὶ συνδοξαζόμενοι. Ὁρᾶτε τὸν Μυροχεύμονα τοῦτον, οὖ προσάγουσαν τὴν μνήμην τῆς ἱερᾶς μαρτυρίας προεορτάζειν ἠρξάμεθα σήμερον, τὸ αἷμα τοῦ οἰκείου σώματος ἑκὼν ἐξέχεεν ὑπὲρ Χριστοῦ, καὶ ἀένναον αὐτὸ καὶ ἀνεξάντλητον διὰ τοῦτο πεποίηκε πηγὴν πολυειδῶν θαυμάτων, ἁγιασμοῦ ψυχῆς, καὶ σώματος εὐωδεστάτου καὶ ἱερωτάτου μύρου. Καίτοι ψυχὴ μὲν ἡ τοῦ μεγαλομάρτυρος τὴν μετ´ ἀγγέλων ὀδιον καὶ ἀναλλοίωτον δόξαν ἀπολαβοῦσα νῦν ἔχει δικαίως ἐν οὐρανοῖς·