Ancient Greek
275
Gregorius Palamas, Homiliae 275
Unproofread scanNot analysed yet
ΙΟΜΙΗΙΑ ΧΕΙΙΙ. τὸ δὲ σῶμα οὐπω ἐκείνῃ συνεδοξάσθη, ἀλλ´ οἶόν τι πρόγραμμα καὶ τύπος καὶ σύμβολόν ἔτι τὰ παρόντα πρὸς τὴν μέλλουσαν ἀποκαλύπτεσθαι περὶ αὐτὸ θειοτάτην καὶ οὐράνιον δόξαν. Εἰ δὲ τὸ πρόγραμμκ καὶ ὁ τύπος τοιοῦτος, τί τὸ μέλλιν ἐκεῖνο τέλος; Πάντως ἄῤῥητόν τε καὶ ἀνεννόητον Γένοιτο δὲ καὶ ἡμᾶς ταῖς πρεσβείαις τοῦ ἐν μάρτυσι μυροχεύμονος, ὥσπερ ἐνταῦθα τοῦ προχεομένου παρ´ αὐτοῦ θείου μύρου τούτου μεταλαμβάνομεν, οὕτω καὶ τότε τῆς δόξης ἐκείνης θεωροὺς καὶ μετόγους εἶναι χάριτι καὶ φιλανθρωπίᾳ τοῦ ἐνδοξαζομένου τοῖς οἰκείοις μάρτυσιν Ἰησοῦ Χριστοῦ τοῦ ἐπὶ πάντων Θεοῦ, ᾧ τρέπει πᾶσα δόξα εἰς ἀπεράντούς αἰῶνας. Ἀμήν. ΟΜΙΛΙΑ ΜΓʹ. Εἰς τὸν ἐν ἁγίοις μεγαλομάρτυρα καὶ θαυματου γὸν καὶ μυροβλύτην Δημήτριον. «Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεὸς, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν,» Δαβὶδ ἐκεῖνός φησιν ὁ τῶν ἀπ´ αἰῶνος ᾠδικῶν ἐνθεώτατος. Ἀρχαὶ δὲ χοροῦ μὲν ἀποστόλων οἱ κορυφαῖοι· καταλόγου δὲ προφητῶν οἱ τῆς θεοπτίας ἐπώνυμοι· διδασκάλων δὲ ἱερῶν καὶ τῆς τῶν ὁσίων ὁμηγύρεως πάσης οἱ μεγάλοι κληθέντες κατὰ τὴν τοῦ κοινοῦ Σωτῆρος ἐπαγγελίαν· ὥσπερ καὶ τῶν Χριστοῦ μαρτύρων οἱ μεγαλομάρτυρες πάντως, οἷς ἐμπρέπει περιφανῶς ἀνέχων, καὶ τῶν πλείστων ἐξόχως ὁ μάλιστα σήμερον παρ´ ἡμῶν ὑμνούμενος καὶ τιμώμενος, ὁ αὐτόχθων ἡμῖν καὶ ἡμεδαπὸς πολιοῦχος, τὸ μέγα τῆς οἰκουμένης θαῦμα, τὸ Κέγα τῆς ἱερᾶς Ἐκκλησίας ὡράϊσμα, ὁ πολὺς τὰ πάντα, καὶ θαυματουργὸς, καὶ μυροβλύτης Δημήτριος. Ἀλλὰ γὰρ ἐν μάρτυσι μὲν, οἷον ἐν ἄστρασι, φωστήροὲστιν οὖτος μέγας, ἀιδίου λόγον ζωῆς ἐπέχων, καὶ θεαυγέσιν ἀκτῖσι διαφερόντως περιλαμπόμενος, καὶ ὑπερλάμπων τοὺς πλείστους, προφητικῆς δὲ χάριτρς οὐκ εὐμοίρησεν· Ἡ προφητικῇ δυνάμει κατηγλαῖσμέγος, ἀποστολικῆς καὶ διδασκαλικῆς ἀπηξίωται διακονίας καὶ προεδρίας; ἢ ταύταις ἔργῳ διακεκοσμημένος, ὁσίων ἀσκήσεως ἀπελείφθη, καὶ τῆς διὰ βίου κατὰ τούτους λαμπρότητος; Οὐμενοῦν· ἀλλὰ τοῖς μὲν ἑπόμενος, τοῖς δὲ ἐξισούμενος, τῶν δὲ προϊστάμενος, ἔστι δ´ οὖς καὶ ὑπερβάλλων, οὐδὲ κατὰ βραχὺ, μόνος, ἢ πάνυ μετ´ ὀλίγων τὰ πάντα τελεῖ, καὶ μόνος ἐν ἑαυτῷ τὰ πάντων συλλαβὼν ἔχεις ὁ λόγος προιὼν σὸν Θεῷ παραστήσει], καὶ τὰς ὀφειλομένας ἅπασιν εὐφημίας μόνος ἅμα καρποῦσθαι δίκαιος. Ἡμεῖς οὖν, οἱ μηδὲ πρὸς ἔνα ἀρκοῦντες, οὐ λέγω χορὸν, ἢ κατάλογον, ἀλλ´ οὐδὲ πρὸς ἕνα τοῦ καταλόγου, τί ἐροῦμεν, καὶ ταῦτα ἐν τοιούτῳ σχήματι τοῦ λόγου, πρὸς τὸν τὰ πάντων ἁρμοσάμενον θείας εἰς ἑνὸς θειότητα βίου, καὶ διὰ πάντων ὄντα πρὸς ἀξίαν ἀπρόσιτον· Ὁ μέντοι πόθος ἐπαίρει λέγειν σπρὸς δύναμιν, καὶ ὁ καιρὸς ἐπιζητεῖ τὸν καίριον λόγον, καὶ τὸ χρέος βιαζόμενον οὐκ ἀνίησι μὴ σὺν λόγῳ θαυμάζειν τὸ ὑπὲρ λόγον ὑπάρχον μεγαλεῖον τοῦ μάρτυρος. Καὶ γὰρ ἐφιλοτιμήσατο ταῖς ὑπὲρλόγον ὑπηγ· γελμέναις παρὰ Θεοῦ ἀμοιβαῖς καὶ πολιτείαν, ἐφ´ ὅσον ἡ φύσις ἐχώρει, κατάλληλον, δηλονότι πάντα λόγον