Ancient Greek
30
Gregorius Palamas, Homiliae 30
Unproofread scanNot analysed yet
ται· γῆ δὲ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται. Πρὸ δὲ τούτων ἡ βαρυτάτη τοῦ Ἀντιχρίστου κατὰ τῆς πίστεως ἔσται παρουσία τε καὶ ἐπήρεια, ἤτις εἰ μὴ ἐκολοβώθη χρόνον ὀλίγον συγχωρηθεῖσα, οὐκ ἂν ἐσώθη πᾶσα ΖΑαμρξ, ὡς ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις φησί· διὸ καὶ τοῖς οἰκείοις παραγγέλλει, λέγον· «Ἀγρυπνεῖτε οὗν ἐν παντὶ καιρῷ δεόμενοι, ἵνα καταξιωθῆτε ἐκφυγεῖν πάντα τὰ μέλλοντα γίνεσθαι. καὶ σταθῆναι ἔμπροσθεν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου.» Φρίκης μὲν οὖν ὑπερβαλλούσης πάντα ἐκεῖνα γέμει, ἀλλὰ τοῖς ἐν ἀπιστίᾳ καὶ ἀδικίᾳ καὶ ῥᾳθυμία τὸν ἑαυτῶν βίον ἀναλίσκουσι, καὶ τῶν εἰρημένων ἀπειλεῖται δεινότερα, καθαπερ καὶ αὐτὸς ὁ Κύριος λέγει, ὅτι· «Τότε κλαύσονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς.» Φυλαὶ δέ εἰσι τῆς γῆς οἱ μὴ τῷ ἐξ οὐρανοῦ ἑλθόντι πειθαρχήσαντες, μηδὲ τὸν οὐράνιον εἰδότες καὶ ἐπικαλούμενοι Πατέρα, μηδὲ πρὸς τοῦτον διὰ τῆς τῶν ἔργων ὁμοιότητος ἀναφέροντες τὸ γένος. Καὶ σάλιν· «Ὡς παγὶς ἐπελεύσεται ἡ μέρα ἐκείνη ἐπὶ κάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς,» πουτέστι, τοὺς ἐν κραιπάλῃ καὶ μέθῃ καὶ τρυφαῖς καὶ μερίμναις βιωτικαῖς. τῇ γῇ καὶ τοῖς γόνοις προσηλωμένους, καὶ πρρσανέχοντας ὁλοσχερῶς τοῖς φαινομένοις κατ´ αἴσθησιν εὐπρεπέσι, πλούτῳ καὶ δέξῃ καὶ ἡονῇ· διὰ μὲν γὰρ τοῦ προσώτου τῆς γῆς τὸ φαινόμενον ἐιτίχαρι τεύτης ᾐνίξασιο, διὰ δὲ τοῦ καθῆσθαι αὐτοὺς εἰπεῖν, τὴν ἐπίμονον αὐτῶν καὶ ἐνδιάθετον προσεδρίαν. Συνάπτει Χ διὰ τῶν τοιούτων λόγων τοὺς ἀμετανοήτως εἰς τῖλος ἁμαρτόντας τοῖς ἀσεβέσιν, ὡς καὶ Ἡσαΐας προηγόρευσεν. ὅτι· «Ἐκκαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἀμαρτωλοὶ ἅμα, καὶ οὐκ ἱσται ὁ σεέσων. . «Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἀφ´ ὧν καὶ Γωτῆρα ἀπεκδεχόμεθα,» φησὶν ὁ Ἀπόστολος· καὶ, «Ὑμεῖς ἑκ τοῦ κόσμου τούτου οὐκ ἐστὲ,» πρὸς τοὺς ἰδίους μαθητὰς ἔλεγεν ὁ Κύριος· πρὸς νε πάλιν σησὶν, ὅτι «Τούτων πάντων τελουμένων ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, ὅτι ἐγ ἡ ἀπολύτρωσις ὑμῶν· Ὀοᾶτε ὡς οἱ κατὰ Χριστὸν ζῶντες ἐπὶ τοῖς εὐθὺς μετ´ ἐκεῖνα γινομένοις χαρᾶς καὶ παῤῥησίας ἀφάτου πληροῦνται, οἱ δὲ κατὰ σάρκα ζῶντες, αἰσχύνης καὶ δδύνης καὶ κατηφείας; καθὰ καὶ ὁ Παῦλος βοᾷ λέγν· «Ὁ Θεὸς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς μὲν καθ´ ὑπομονὴν ἔργου ἁγαθοῦ δόξαα να πιιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι ζωὴν αἰώνιον, τοῖς δὲ ἀπειθοῦσα μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ θυμὸς καὶ ὀργή! θλίψις καὶ στόνοχωρία ἐπὶ κᾶσαν ψυχὴν ἀνθρώπου, τοῦ κατεργαζομένου τὸ κακόν.» Ἐπὶ μὲν γὰρ τοῦ Νῶ ποτε τῆς ἀμαρτίας, αὐξηθείσης, καὶ παντὸς τοῦ ἀνθρωπίνου σχεδὸν γένους ἐπικρατησάσης, κατακλυσμὸς γέγονεν ὑπὸ θεοῦ, ἐκτρίβων πᾶσαν πνοήν, τοῦ δικαίου μόνου πανοικὶ φυλαχθέντος πρὸς δευτέρου κόσμου γένεσιν. Καὶ μετ´ αὐτὸν πάλιν τὴν κακίαν ὑλομανοῦσαν κατὰ μέρος ὁ Θεὸς ὑπετέμνετο, πυρὶ μὲν τοὺς Σοδομίτας ἀποτεφρώσας, θαλάσσῃ δὲ τοὺς δαραωνίτας ἐξαισίως καταποντίσας, Ἰουδαίων δὲ τὸ πάντολμον γένος λεμῷ καὶ στάσει καὶ νόσοις καὶ ποιναῖς ἐξανα. λώσας πικραῖς. Οὐ μὴν τοῖς αὐστηροῖς φὲρμάκοις