Ancient Greek
31
Gregorius Palamas, Homiliae 31
Unproofread scanNot analysed yet
καὶ ἰατρείαις ὁ κοινὸς ἱατρὸς ὑπὲρ τοῦ γένους ἡμῶν χρησάμενος, τὰ ἱλαρὰ καὶ μεθ´ ἡδονῆς ὠφελοῦντα παρῆκεν, ἀλλ´ ἤγειρε Πατέρας, ἔδειξε προφήτας, ἐτέλεσε σημεῖα, νόμον ἔδωκεν, ἀγγέλους ἐπέστησεν. Ἐπεὶ δὲ καὶ ταῦτα ἠσθένει πρὸς τὴν ἄσχετον τῆς ἡμετέρας κακίας φοράν, αὐτὸ τὸ μέγα ἴαμα τὸ καταπαῦον ἁμαρτίας μεγάλας, αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος κλίνας οὐρανοὺς ἐπὶ τὴν γῆν κατῆλθε· καὶ χ τὰ πάντα καθ´ ἡμᾶς γεγονὼς, χωρὶς ἁμαρτίας, κατήργησε τὴν ἀμαρτίαν ἐν ἑαυτῷ, καὶ ἡμᾶς ἐνισχύσας τὸ κέντρον ἐκείνης ἤμβλυνε, καὶ τοὺς ἀρχηγοὺς καὶ συνεργοὺς αὐτῆς παρεδειγμάτισεν ἐν τῷ σταυρῷ, διὰ τοῦ θανάτου καταργήσας τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου Καὶ ὡς ἐπὶ Νῶε τοὺς ἁμαρτωλοὺς διὰ´ ὕδατος, οὕτω τὴν ἁμαρτίαν κατακλύσας ὕστερον διὰ τῆς οἰκείας δικαιοσύνης καὶ χάριτος, ἑαυτὸν ἀνέστησεν ἀθάνατον, οἷόν τι σπέρμα καὶ ἀπαρχὴν τοῦ αἰωνίου κόσμου, καὶ δεῖγμα καὶ παράστασιν τῆς ἀψευδῶς ἐλπιζομένης ἡμῖν ἀναστάσεως. Ἀναστὰς δὲ, καὶ εἰς οὐρανοὺς ἀναληφθεὶς, ἀποστόλους εἰς πᾶσαν ἐξαπέστειλε τὴν οἰκουμένην, μαρτύρων στῖφος οὐκ εὐαρίθμητον προεβάλετο, διδασκάλων προεστήσατο πληθὺν, ἐκκλησίας ὁσίων ἔδειξεν. Ἐπεὶ δὲ πάντα πάλιν ποιήσας, καὶ μηδὲν καταλείψας τῶν δεόντων γενέσθαι, τὴν κακίαν εἶδε πάλιν τῷ αὐτεξουσίῳ τῆς ἡμῶν προαιρέσεως ἐπὶ τοσοῦτον κορυφουμένην, μᾶλλον δὲ» τότε ἀρθησομένην θεάσεται, ὡς καὶ τῷ Ἀντιχρίστῳ προσκυνῆσαι τοὺς ἀνθρώπους τηνικαῦτα καὶ ὑπακοῦσαι, αὐτὸν τὸν ἀληθῆ Θεὸν καὶ τὸν αὐτοῦ ἀληθῆ καταλιπόντας Χριστὸν, αὐτὸς αὖθις ἐξ οὐρανῶν ἐπελεύσεται μετὰ δυνάμεως καὶ δόξης πολλῆς, οὐκέτι μακροθυμήσων, ἀλλὰ τιμωρήσων τοὺς διὰ τῶν πονηρῶν ἔργων θησαυρίσαντας ἑαυτοῖς τὴν ὀργὴν ἐν τῷ καιρῷ τῆς μακροθυμίας αὐτοῦ· καὶ τοὺς μὲν ἀνιάτως ἔχοντας, ὡς μέλη σεσηπότα τῶν ὑγιαινόντων ἀποτεμούμενος, καὶ τῷ πυρὶ παραδώσων, τοὺς δὲ οἰκείους αὐτῷ τῆς ἐπηρείας καὶ συναυνίας τῶν πονηρῶν ἀνθρώπων ἐκλυτρωσόμενος, καὶ τῆς τῶν οὐρανῶν βασιλείας κληρονόμους ἀπεργασόμενος. Εὐθὺς οὖν μετὰ τὴν τοῦ Ἀντιχρίστου βδελυράν παῤῥησίαν κλονήσει τὰ πάντα ὁ συστήσας τὰ πάντα· κατὰ τὸ διὰ τοῦ προφήτου εἰρημένον, ὅτι Κ«Ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν.» Εὐθὺς οὗν κλονεῖ τὸν κόσμον, καὶ λύει τὸν ἀνωτάτω τοῦ παντὸς ὅρον, καὶ συμπτύσσει τὸ οὐράνιον κύτος, καὶ τὴν γῆν πυρὶ μίγνυσι, καὶ συγχεῖ τὸ πᾶν. Ἄνωθεν δὲ τῶν ἄστρων τὸ πλῆθος, οἷόν τινας ἀμυθήτους πρηστῆρας, ἐπὶ τὰς κεφαλὰς πέμπων τῶν θεοποιησάντων τὸν πονηρὸν, ἵνα διὰ´ αὐτῶν πρῶτον τιμωρηθῶσιν οἱ τῷ Ἀντιχρίστῳ πιστεύσαντες, οἰς τὸν νοῦν προσηλώθησαν, καὶ ὁι´ ἂ ὡς Θεῷ τῷ ἀντιθέῳ ἐπείσθησαν· ἔπειτα μετὰ δόξης αὐτὸς ἐπιφανεὶς ἀφάτου, διὰ´ εὐσήμου σάλπιγγος, ὡς διὰ´ ἐμφυσήματός ποτε τὸν προπάτορα, πάντας ζωώσει. καὶ ἐνώπιον αὐτοῦ παραστήσει ζωντας τοὺς ἀπ´ αἰῶνος νεκρούς. Καὶ τοὺς μὲν ἀσεβεῖς οὐκ ἄξει εἰς