Ancient Greek
32.13 to 32.21
Gregorius Palamas, Homiliae 32.13-21
Unproofread scanNot analysed yet
Ἑπεὶ καὶ αὐτὸς ἀμνὸς ἐκλήθη παρὰ τοῦ προφήτου καὶ Βαπτιστοῦ· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, λέγοντος, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Ἐρίφους δὲ καλεῖ τοὺς ἀμαρτωλοὺς ὡς θρασεῖς καὶ ἀτάκτους, καὶ κατὰ κρημνῶν φερομένους τῆς ἁμαρτίας· καὶ τρὺς μὲν, φησὶ, στήσει ἐκ δεξιῶν, ὡς καὶ δεξιων ἐργάτας ἔργων· τοὺς δὲ μὴ τοιούτους ἐκ τῶν εὐωνύμων. «Τότε ἐρεῖὁ Βασιλεὺς,» φησί, καὶ οὐ προσέθηκε τίς, ἢ τίνων βασιλεὺς, ὡς οὐδενὸς ὄντος ἑτέρου, πλὴν αὐτοῦ· εἰ γὰρ καὶ ἐκεῖ πολλοὶ κύριοι καὶ βασιλεῖς, ἀλλ´ εἶς ὄντως Κύριος, εἶς βασιλεὺς, ὁ φύσει τοῦ παντὸς δεσπότης. Ἐρεῖ τοίνυν τότε τοῖς ἐκ δεξιῶν αὐτοῦ ὁ μόνος βασιλεύς· «Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρὸς μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» Ὄντως πρὸς τοῦτο ἔβλεπεν ἡ ἀπ´ ἀρχῆς καταβολὴ] τοῦ κόσμου· καὶ διὰ τοῦτο τὸ τέλος ἡ ἐπουράνιος ἐκείνη καὶ ἀρχαιοτάτη τοῦ Πατρὸς βουλὴ, καθ´ ἡν ὁ τῆς μεγάλης βουλῆς τῆς τοῦ Πατρὸς ἄγγελος, οὐ κατ´ εἰκόνα μόνον, ἀλλὰ καὶ καθ´ ὁμοίωσιν οἰκείαν ἀπειργάσατο ζῶον τὸν ἄνθρωπον, ἵνα δυνηθῇ ποτε χωωρῆσαι τὴν μεγαλειότητα τῆς θείας βασιλείας, τὴν μακαριότητα τῆς θείας κληρονομίας, τὴν τελειότητα τῆς τοῦ ἀνωτάτω Πατρὸς εὐλογίας, δι´ ἣν πάντα