Ancient Greek
32.1 to 32.12
Gregorius Palamas, Homiliae 32.1-12
Unproofread scanNot analysed yet
κρίσιν, οὐδὲ λόγου ἀξιώσει τινός· οὐδὲ γὰρ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει κατὰ τὸ γεγραμμένον, ἀλλ´ ἐν κατακρίσει, προθήσει δὲ εἰς κρίσιν τὰ ἡμέτερα πάντα, κατὰ τὴν σήμερον ἀναγινωσκομένην τοῦ Εὐαγγελίου φωνήν· «Ὅταν γὰρ, φησὶν, ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῆ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ´ αὐτοῦ.» Ἐπὶ μὲν γὰρ τῆς προτέρας αὐτοῦ παρουσίας ἐκρύπτετο ἡ δόξα τῆς αὐτοῦ θεότητος ὑπὸ τὴν σάρκα, ἢν ἐξ ἡμῶν ὑπὲρ ἡμῶν ἀνέλαβε· νῦν δὲ κρύπτεται πρὸς τὸν Πατέρα ἐν τῷ οὐρανῷ μετὰ τῆς ὁμοθέου σαρκὸς, τότε δὲ πᾶσαν ἐκκαλύψει τὴν δόξαν· ἀπὸ γὰρ ἀνατολῶν ἕως δυσμῶν φανεῖται λάμπων, ἀκτῖσι θεότητος περιαυγάζων τὰ πέρατα, παγκοσμίου καὶ ζωοποιοῦ σάλπιγγος περιηχούσης, και συγκαλούσης ἅμα πρὸς αὐτὸν τὰ πάντα. Καὶ τοὺς ἀγγέλους ἐπείγετο μὲν καὶ πρότερον, ἀλλ´ ἀφανῶς, ἐπέχων τὸν αὐτῶν ζῆλον κατὰ τῶν θεομαχούντων· ὕστερον δὲ ἐμφανῶς ἥξει καὶ οὐ παρασιωπήσεται, ἂΤ ἀλλὰ καὶ ἐλέγξει καὶ παραδώσει ταῖς ποιναῖς τοὺς ἀπειθεῖς. «Ὅταν οὖν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ´ αὐτοῦ, τότε, φησὶ, καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ·» οὕτω γὰρ καὶ ὁ Δανιὴλ καὶ προεῖδε καὶ προεῖπεν· «Ἰδοὺ γὰρ, φησί, θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθισε· καὶ εἶδον ὡς υἱὸν ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ αὐτῷ ἐδόθη πᾶσα καὶ ἡ τιμὴ καὶ ἡ ἐξουσία· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ,, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ·» ᾧ συμφώνως καὶ τὸ ἱερὸν Εὐαγγέλιον, Τότε, φησί, «Συναχθήσονται πάντα τὰ ἔθνη ἔμπροσθεν αὐτοῦ· καὶ ἀφοριεῖ αὐτοὺς ἀπ´ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων.» Πρόβατα τοὺς δικαίους καλεῖ ὡς πραεῖς καὶ ἐπιεικεῖς, καὶ βαδίσαντας τὴν λείαν καὶ ὑπὲρ αὐτοῦ τετριμμένην ῥδὸν τῶν ἀρετῶν, καὶ ὡς ἀφωμοιωμένους αὐτῷ.