Ancient Greek
44
Gregorius Palamas, Homiliae 44
Unproofread scanNot analysed yet
σωτήριον κτήσεται. Καὶ γῆν μὲν οὐκ ἐπιτηδείαν πρὸς γειωργίαν ἔστιν εὐρεῖν· ψυχὴ δὲ λογικὴ πάσα πρὸς ἀρετήν ἐστιν εὐφυής. Ἐπεὶ δὲ καὶ διὰ τὴν κρογονικὴν καταδίκην πόνῳ καὶ μόχθῳ ζῆν κατεκρίθημεν, καὶ τοῦτο διαφυγεῖν οὐκ ἔνι, ποιήσωμεν. τὴν ἀνάγκην φιλοτιμίαν, τὸ ἀκουσίως προσὸν ὡς ἐκούσιον τῷ Θεῷ προσενέγκωμεν, ἀντιδῶμεν τῶν μονίμων, τὰ πρόσκαιρα καὶ τῶν δεινῶν ἀντιληψόμεθα τὰ χρηστότατα, πορισμὸν τῆς αἰωνίου ἀνέσεως τὸν πρόσκαιρον πόνον ἀπεργαζόμενοι· ὑπὲρ ἀρετῆς γὰρ ἐνταῦθα πονοῦντες τῆς ἐπηγγελμένης ἐπὶ τοῦ μέλλοντος αἰῶνος ἀναπαύσεως πάντως ἐπιτευξόμεθα. Καὶ γὰρ πιστὸς ὁ ἐπαγγειλάμενος, ὃς καὶ βοηθός ἐστιν ἕτοιμος τοῖς ὑπελθοῦσιν ἐτοίμως τὸν ἀγῶνα τῆς ἀρετῆς· τούτου δὲ βοηθοῦντος τοῦ τὰ πάντα ἰσχύοντος, τί τῶν ἀπάντων οὐκ ἀνύσιμον ἔσται; Ἀλλ´ ὅταν ταῦτα ἐνθυμηθέντες προθύμως ἐπιβαλλώμεθα τοῖς ἔργοις τῆς ἀρετῆς, εἰδὼς ἐκεῖνος ὁ πονηρὸς ὅτι τὸ καλὸν οὐ καλὸν, ὅταν μὴ καλῶς γένηται, σπουδάζει πείθειν ἡμᾶς μὴ κατὰ θεάρεστον σκοπὸν ἐκτελεῖν τὴν τοῦ καλοῦ ἐργασίαν, μηδὲ πρὸς τὸν ἐκ τοῦ Θεοῦ ἔπαινον, ἀλλὰ πρὸς τὸν ἐξ ἀνθρώπων ὁρᾷν, ἵνα καὶ οὕτω τῆς παρὰ Θεοῦ μισθαποδοσίας καὶ τῶν πνευματικῶν καὶ οὐρανίων ἀποστερήσῃ γερῶν Ἡμεῖς δὲ καὶ ταύτην αὐτοῦ τὴν σπουδὴν ἄπρακτον ἀποδείξωμεν, τῶν τε ἀποκειμένων τοῖς θεαρέστως ζῶσιν ἀμοιβῶν τὸ μέγεθος. καὶ τὸ τῆς ἀνθρωπαρεσκείας οὐτιδανὸν λογισάμενοι, μὴ μόνον πρὸς ἐκεῖνο τὸ μέλλον τῆς θείας δόξης μέγεθος συγκρινόμενον, ἀλλ´ οὐδὲ πρὸς κάκωσιν καὶ τῆξιν σαρκὸς ἀξιόλογον ὁν. Ἀλλὰ καὶ μετὰ τὴν κατ´ αὐτοῦ ταύτην νίκην ὁ ἀρχέκακος ἑκεῖνος ἡμῖν ὑπορύττει τὴν ὑπερηφανίαν, οἷόν τι τελευταῖον καὶ πονηρότατον Βάραθοον, οἰήσεως λογισμοὺς ὑποβάλλων, καὶ μεγαλαυχεῖν ἡμᾶς. πείθων, ὡς οἰκείᾳ δύναμει καὶ περινοίᾳ τὴν ἀρετὴν κατορθώσαντας. Ἀλλ´ ἡμεῖς ἐιμνησθῶμεν τῆς αὐτοαληθείας λεγούσης, ὅτι «Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν·» καὶ οὕτως ἀποκρουώμεθα τὰς τοῦ πονηροῦ πολυτιδεῖς μηχανὰς, καὶ ἐργαζόμενοι, καὶ καλῶς ἐργαζόμενοι τὸ καλὸν, καὶ σὺν ταπεινώσει τῇ προσηκούσῃ, γινώσκοντες ὅτι καθάπερ εἴ τις ἐν ἀγγείῳ μύρον πολύτιμον κεκτημένος, κἂν αὐτὸ χέῃ ἐπὶ τῆς κόπρου, κἂν τὴν κόπρον βάλλῃ εἰς τὸ ἀγγεῖον, ὁμοίως τὸ μύρον ἠχρείωσε καὶ ἀπώλεσεν, οὕτω καὶ τὴν ἀρετὴν, κἂν ἀπώσηταί τις καὶ αφ´ ἐαυτοῦ ἀποῤῥιψῃ διὰ τῆς ἀπραξίας, κἂν ἀναμίξῃτῇ πράξει ταύτης τὴν πονηρίαν, ἑκατέρωθεν ὁμοίως αχρειοῖ καὶ ἀπόλλυσι. Καὶ ταῦτα νῦν λέγω πρὸς τὴν ὑμετέραν ἀγάπην διὰ τὸν τῆς νηστείας καιρὸν, ἵνα τοῦτον ἄμικτον πάσης κακίας ἑαυτοῖς συντηρήσωμεν· καὶ γὰρ τὸν ἐν τῶ Εὐαγγελίῳ Φαρισαῖον ἐκεῖνον, καίτοι νηστεύοντα δίς τοῦ Σαββάτου τὸν ἅπαντα χρόνον, οὐδὲν ὠφέλησεν ἡ νηστεία· μεμιγμένην γὰρ εἴχε τὴν ὑπερηφανίαν καὶ τὴν πρὸς τὸν πλησίον κατάκρισιν. Οὐ μὴν διὰ τοῦτο οὐκ ἔστιν ὠφέλιμος ἡ