Ancient Greek
45
Gregorius Palamas, Homiliae 45
Unproofread scanNot analysed yet
την ἐργαζομένοις, ὅσον ἐστὶ τὸ ὄφελος, ἔδειξεν ἐ Μωϋσῆς, ὁ Ἡλίας, αὐτὸς ὁ Κύριος· Μωϋσῆς μὲν γὰρ πολυήμερον νηστείαν ἄγων. Ἀλλὰ διεγείρατε, παρακαλῶ, τὴν ὑμετέραν διάνοιαν, καὶ συνανυψώσατε νῦν, τοῦ καιροῦ διδόντος, ταῖς τοῦ Μωϋσέως ἐπ´ ὄρους πρὸς Θεὸν ἀναβάσεσιν, ἵνα δι´ αὐτῶν καθ´ οδὸν αὖθις ἐπαναβαίνοντες συνανυψωθῆτε Χριστῷ, μηκέτι πρὸς ὄρος, ἀλλὰ πρὸς οὐρανὸν ἀνιόντι καὶ ἡμᾶς συναπαίροντι. Μωϋσῆς μὲν οὗν τεσσαρακονθήμερον νηστείαν ἐπ´ ὄρος ἄγων, ἐν εἴδει καὶ οὐ δι´ αἰνιγμάτων, κατὰ τὸ γεγραμμένον, ὁρᾷ Θεόν· καὶ μιλεῖ τούτῳ καὶ προσλαλεῖ, καθάπερ εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον, καὶ μανθάνει παρὰ Θεοῦ, καὶ διδάσκει πάντας περὶ αὐτοῦ, ὡς αὐτός ἐστιν ὁ ἀεὶ ὢν, καὶ πρὸς τὸ μὴ ὃν οὐκ ἰὼν, ἀλλὰ καὶ τὰ μὴ ὄντα ὡς ὄντα καλῶν, καὶ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγὼν, καὶ πρὸς τὸ μὴ ὃν διαπεσεῖν οὐκ ἐῶν. Ὁς πρῶτον μὲν νεύματι καὶ θελήματι μόνῳ τὴν αἰσθητὴν κτίσιν σύμπασαν ἀθρόαν ἐξ οὐκ ὄντων προήγαγεν· «Ἐν ἀρχῆ γὰρ, φησὶν, ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν·» οὐ διάκενον πάντως, οὐδ´ ἄνευ πάντη τῶν μεταξὺ πάντων· ὕδατι μὲν γὰρ ἀναμὶξ ἦν ἡ γῆ, κυοφόρον δὲ ἐκάτερον ἀέρος τε καὶ τῶν κατ´ εἶδος ζώων τε καὶ φυτῶν, ὁ δὲ οὐρανὸς τῶν διαφόρων φώτων τε καὶ πυρῶν, ἐν οἷς τὸ σύμπαν ὑφέστηκεν. Οὓτως οὖν ἐποίησεν ὁ Θεὸς ἐν ἀρχῇ τὸν οὐρανὸν καὶ τὴν γῆν, οἶόν τινα ὕλην πανδεχῆ καὶ δυνάμει τὰ πάντα φέρουσαν, καλῶς πόῤῥωθεν ἀποῤῥαπίζων τοὺς καθ´ ἐαυτὴν προϋφεστηκέναι τὴν ὕλην κακῶς νομίζοντας. Εἶτα καλλιεργῶν καὶ τὸν κόσμον ἐπικοσμῶν, τὴν οἰκείαν ἑκάστῳ καὶ προσήκουσαν τάξιν τῶν προσόντων αὐτῷ καὶ συμπληρούντων τὸν αὐτοῦ κόσμον ἐν ἑξ ἡμέραις διένειμε, διακρίνων ἕκαστον προστάγματι μόνῳ, καὶ καθάπερ ἐκ θησαυρῶν ἀποθέτων ἐξάγων εἰς εἶναι· τὰ ἐντεθέντα· διατιθείς τε καὶ συντεθεὶς ἐναρμονίως ἄκρως καὶ προσφυῶς ἄλλο πρὸς ἄλλο τούτων, ἕκαστόν τε πρὸς πάντα, καὶ πρὸς ἕκαστον ἄπαντα. Καὶ τῇ μὲν ἀκινήτῳ γῇ καθάπερ τινὶ κέντρῳ περιτιθεὶς ἀνωτάτῳ κύκλῳ, καὶ συνδῶν πανσόφως διὰ τῶν μέσων τὸν ἀεικίνητον οὐρανὸν, ἵν´ ὁ αὐτὸς διαμένῃ κόσμος ἑστὼς ὁμοῦ καὶ κινούμενος· πάντη γὰρ κύκλῳ τῶν ἀεικινήτων καὶ ταχυκινήτων ἄγαν σωμάτων περιτεθέντων, τὸ ἀκίνητον ἐξ ἀνάγκης τὴν μέσην ἔλαχε χώραν, ἀντίῤῥοπον τῇ κινήσει τὴν στάσιν ἔχον, ὡς ΦΑ μὴ μεταχωρεῖν κυλίνδρου δίκην τὴν παγκόσμιον σφαῖραν. Τοιαύτην δὴ νείμας ὁ ἀριστοτέχνης τῶν τοῦ παντὸς περάτων ἑκατέρῳ τὴν θέσιν, τὸν σύμπαντα τοῦτον εὐκόσμως ὡς εἰπεῖν κόσμον καὶ ἔπηξε καὶ ἐκίνησε· τῶν δὲ μεταξὺ τῶν περάτων τούτων διανέμει πάλιν τὸ προσῆκον ἑκάστῳ, καὶ τὰ μὲν ἄνω τάττει, καὶ μετεωροπολεῖν ἐπιτάττει, καὶ συμπεριπολεῖν τῷ ἀνωτάτω τοῦ παντὸς ὅρῳ ταὐτῶς καὶ κοσμίως εὖ μάλα τὸν ἀεὶ χρόνον, ὅσα κοῦφα καὶ δραστικὰ πρὸς τὸ χρήσιμον τῶν ὑποκειμένων ἐστί· τοσοῦτον ὑπερανεστηκότα τοῦ μέσου συνετῶς ἄγαν, ὡς καὶ τὴν ἐν τούτῳ τοῦ ψύχους ἀμετρίαν ἀποχρώντως