Ancient Greek
66
Gregorius Palamas, Homiliae 66
Unproofread scanNot analysed yet
μεθὸ διὰ σαρκὸς ἐπεδήμησε τῷ κόσμῳ, ὃς αὐτοῦ ἐστιν ἴδιος ὡς ὑπ´ αὐτοῦ κτισθείς, καθάπερ καὶ ὁ Εὐαγγελιστὴς περὶ αὐτοῦ φησιν, ὅτι· «Εἰς τὰ ἱδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον· ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέχνα Θεοῦ γενέαθαι τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ.» Διὸ καὶ ὁ παραλυτικὸς νοῦς μετὰ πίστεως οὕτω προσπεσὼν, τέκνον εὐθὺς ἀκούει παρ´ αὐτοῦ, καὶ τὴν ἄφεσιν καὶ τὴν ἴασιν λαμβάνει· καὶ οὐ ταῦτα μόνον. ἀλλὰ καὶ δύναμιν προσλαμβάνει τὸν κράββατον αἴρειν, καὶ φέρειν ἐφ´ ᾠ κατέκειτο. Κράββατον δὲ νοήσεις τὸ σῶμα ᾧ πρόσκειται, καὶ δι´ οὗ τῶν ἔργων ἀντέχεται τῆς ἁμαρτίας, ὁ ταῖς σαρκικαῖς ὀρέξεσιν ἑπόμενος νοῦς. Μετὰ δὲ τὴν ἴασιν ἄγων ἐστὶ τὸ σῶμα καὶ φέρων ὡς ὑποχείριον ὁ ἡμέτερος νοῦς. καὶ δι´ αὐτοῦ τοὺς καρποὺς καὶ τὰ ἔργα τῆς μετανοίας ἐπιδεικνύμενος, ὡς καὶ τοὺς ὁρῶντας δοξάζειν τὸν Θεὸν, βλέποντας εὐαγγελιστὴν σήμερον τὸν χθὲς τελώνην, ἀπόστολον τὸν διώκτην, θεολόγον τὸν ληστὴν, υἱὸν τοῦ οὐρανίου Πατρὸς τὸν πρώην τοῖς χοίροις ἐνδιαιτώμενον· εἰ δὲ βούλει, καὶ ἀναβάσεις ἐν καρδίᾳ διατιθέμενον, καὶ πορευόμενον ἀπὸ δόξης εἰς δόξαν, τὸ προκόπτειν ἑκάστης ἡμέρας ἐπὶ τὸ κρεῖττον, Διὸ καὶ ὁ Κύριος πρὸς τοὺς οἰκείους φησίν· «Οὕτω λαμψάτω τὸ φῶς ἡμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Τοῦτο δέ φησιν, οὐκ ἐπιδείκνυσθαι κελεύων, ἀλλὰ θεοφιλῶς πολιτεύεσθαι· καθάπερ δὲ τὸ φῶς ἀπραγματεύτως ἐφέλκεται τοὺς ὀφθαλμοὺς τῶν ὁρώντων, ἘΑ οὕτως ἡ θεοφιλὴς πολιτεία μετὰ τῶν ὁφθαλμῶν ἐπισπᾶται καὶ τὴν διάνοιαν. Καὶ καθάπερ πάλιν ἐπὶ τοῦ ἡλιακοῦ φωτὸς οὐ τὸν μετέχοντα τῆς λαμπρότητος ἐπαινοῦμεν ἀέρα, ἀλλὰ τὸν ἔχοντα καὶ παρέχοντα τὴν αὐγὴν τῆς λαμπρότητος ἥλιον, κἀν τὸν ἀέρα ὡς φωτεινὸν ἐπαινέσωμεν, πόσῳ μᾶλλον τὸν ἥλιον; οὕτω καὶ ἐπὶ τοῦ διὰ τῶν ἔργων τῆς ἀρετῆς ἐπιδεικνυμένου τὴν τοῦ ἡλίου τῆς δικαιοσύνης λαμπρότητα· ἐνάγει γὰρ οὗτος εὐθὺς ὁρώμενος πρὸς τὴν δόξαν τοῦ ἐν οὐρανοῖς Πατρὸς, τοῦ ἡλίου τῆς δικαιοσύνης Χριστοῦ. Καὶ ἵνα τὰς μείζους τῶν ἀρετῶν παραλείπω νῦν ἐγὼ, ὅταν ἐπὶ τῆς ἱερᾶς ἐκκλησίας σὺν ὑμῖν τῷ Θεῷ παριστάμενος, στραφεὶς δὲ τοὺς μετὰ συνέσεώς τε καὶ κατανύξεως ἀναπέμποντας τοὺς πρὸς Θεὸν ὕμνους καὶ τὰς δεήσεις, ἢ σιωπῶντά τινα καὶ σύννουν ἑστῶτα καὶ ἀκροώμενον, καὶ ὑπὸ μόνης τῆς θέας εὐθὺς ἔνθους γίνομαι, καὶ θυμηδίας πληροῦμαι, καὶ δοξάζω τὸν ἐν οὐρανοῖς πατέρα Χριστὸν, οὗ χωρίς οὐδὲν οὐδείς δύναται ποιεῖν τῶν καλῶν, καὶ δι´ οὗ πᾶν ἀνθρώποις τὸ κατορθούμενον. Ἀλλὰ τί νῦν ἐροῦμεν πρὸς τοὺς μήτε σιωπῶντας ἐστῶτας, μήτε συμψάλλοντας, ἀλλὰ συντυγχάνοντας ἀλλήλοις, καὶ τὴν λογικὴν ἡμῶν πρὸς τὸν Θεὸν λατρείαν κοσμικῇ τινι λογολεσχίᾳ συμφύροντας, καὶ μήτε αὐτοὺς ἀκούοντας τῶν ἱερῶν καὶ θεοπνεύστων λόγων, καὶ τοὺς θέλοντας ἀκούειν κωλύοντας; Ἕως πότε, ὧ οὗτοι, χωλανεῖτε ἐπ´ ἀμφοτέραις ταῖς ἰγνύαις, ὁ Θεσβίτης ἂν εἶπεν Ἡλίας, ἅμα θέλοντες ἐπὶ προσευχὴν συνεῖναι, καὶ λόγους ἀκαίρους τε