Ancient Greek
67
Gregorius Palamas, Homiliae 67
Unproofread scanNot analysed yet
καὶ γηΐνους, καὶ μηδὲ ἕτερον ὡς εἰκὸς κατορθοῦντες, ἀλλὰ δι´ ἀλλήλων συμφθείροντες ἄλληλα, μᾶλλον δὲ αὐτοὶ δι´ ἀλλήλων φθειρόμενοι; Ἔως πότε κἀνταῦθα τῶν ῥημάτων τῆς ματαιότητος οὐκ ἀφέξεσθε, ἀλλὰ τὸν οἶκον τῆς προσευχῆς οἶκον ἐμπορείας, ἢ ἐμπαθείας λόγον ποιήσετε; οἶκον ἐν ᾧ ῥήματα ζωῆς αἰωνίου καὶ λέγεται καὶ ἀκούεται· τὰ μὲν παρ´ ἡμῶν, αἰτούντων παρὰ Θεοῦ μετ´ ἐλπίδος ἀκαταισχύντου τὴν ζωὴν τὴν φἰώνιον, τὰ δὲ παρὰ τοῦ Θεοῦ, διδόντος τοῖς ἐξ ὅλης τῆς ψυχῆς καὶ διανοίας αἰτοῦσιν αὐτὴν, ἀλλ´ οὐχὶ τοῖς μηδὲ τὴν γλῶσσαν ὡς εἰπεῖν ὄλην πρὸς τὴν αἴτησιν στρέφουσιν. Οὐ διὰ πυρὸς νῦν ἡμῖν ἡ θυσία πρὸς τὸν Θεὸν, ἀδελφοί, καθάπερ ἐπὶ Μωσέως, ἀλλὰ διὰ λόγου τελεῖται. Τότε τοίνυν ἠνίκα πυρὶ τὴν θυσίαν ἀναφερομένην ὁ Θεὸς ἐδέχετο, πῦρ προσενεγκόντες ἀλλότριον ἔξωθεν οἱ μετὰ παιάντος πὸ τοῦ μσροῦ πυτὸς αὐτομάτως ἐσορμήσαντος αὐτοῖς κατεσλέ χθησαν. Φοβηθῶμεν δὴ καὶ ἡμεῖς, μὴ λόγους ἔξωθεν ἀλλοτρίους τῷ λογικῷ τούτῳ τοῦ Θεοῦ θυσιαστηρίῳ, τῆ Ἐκκλησίᾳ λέγω, προσάγοντες ὑπὸ τῶν ἐν αὐτῇ θείων λόγων εἰς τέλος κατακριθῶμεν, τῆς ἀπευκταίας φωνῆς καὶ καταδίκης ἑαυτοὺς ἀξίους ἐντεῦθεν ἀπεργασάμενοι. Ναὶ φοβηθῶμεν, παρακαλῶ, καὶ μέχρις ἂν ὧμεν ἐνταῦθα μετὰ φόβου τῷ Θεῷ παριστάμενοι τὴν ἱκεσίαν προσάγωμεν· ἐξελθόντες δὲ τῶν ὧδε, τὴν ἐντεῦθεν ἐπὶ τὸ κρεῖττον τῶν τρόπων μεταβολὴν ἐνδειξώμεθα, κερδῶν οὐχ ἡττώμενοι, καὶ μάλιστα τῶν ἀδίκων· ὅρκους φεύγοντες, καὶ μάλιστα τοὺς ἐπὶ ψεύδει· αἰσχρῶν ἀπεχόμενοι ῥημάτων, πόσῳ δὴ μᾶλλον τῶν κατὰ ταῦτα πραγμάτων, καταλαλιᾶς, δόλου, μεγαλαυχίας· πᾶν μέλος, πᾶσαν αἴσθησιν νῷ παιδαγωγοῦντες θεόφρονι, καὶ φέροντες σὺν λόγῳ καὶ φόβῳ θείῳ τὸ σῶμα καὶ ἀναφέροντες, ἀλλ´ οὐχ ὑπὸ τοῦ σώματος πρὸς τὰς αὐτοῦ χαμερπεῖς καὶ βδελυρὰς ὁρέξεις καταφερόμενοί τε καὶ κατεχόμενοι, παρὰ τοῦ Παύλου μαθόντες τε καὶ γινώσκοντες, ὡς εἰ μὲν κατὰ σάρκα ζῶμεν, μέλλομεν ἀποθνήσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος ΞΦ θανατοῦμεν, εἰς αἰῶνας ζησώμεθα. Καὶ νῦν πρὸς δόξαν Θεοῦ κινήσωμεν πάντας τοὺς ὁρῶντας ἡμᾶς, ἐπιγνόντας ὡς ὁ οἶκος οὗτος τὸν Χριστὸν ἐν ἑαυτῷ φέρει, τοὺς κατὰ ψυχὴν παραλύτους σφίγγοντα καὶ κελεύοντα τὰς σωματικὰς αἰσθήσεις καὶ ἀντιλήψεις πνευματικῇ καὶ θεοφιλεῖ διανοίᾳ πρὸς αὐτὸν αἴρειν τε καὶ ἀνάγειν, ἀλλ´ οὐχ ὑπ´ αὐτῶν ἀσυνέτως φέρεσθαί τε καὶ καταφέρεσθαι· καὶ οὔτως ὑπάγειν εἰς τὸν ὄντως ἡμέτερον οἶκον, τὸν οὐρανὸν λέγω καὶ τὸν ὑπερουράνιον χῶρον, ἔνθα νῦν Χριστὸς ὁ κληρονόμος καὶ κληροδότης ἡμῶν· ᾧ πρέπει δόξα, κράτος, τιμὴ, καὶ προσκύνησις σὺν τῶ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΙΑ´. Εἰς τὸν τίμιον καὶ ζωοποιὸν Σταυρόν. Ὁ τοῦ Χριστοῦ σταυρὸς προανεκηρύττετο καὶ προετυποῦτο μυστικῶς ἐκ γενεῶν ἀρχαίων, καὶ οὐΠΟΜΙΗΙΑ