Ancient Greek
68.14 to 68.22
Gregorius Palamas, Homiliae 68.14-22
Unproofread scanNot analysed yet
ἐστιν·» οὗτω καὶ ὁ σταυρὸς ἦν ἐν τοῖς προγενεστέροις καὶ πρὸ τοῦ τελεσθῆναι· ὁ γὰρ μέγας Παῦλος σαφέστερον ἡμᾶς ὃιδάσκων, πῶς καὶ μήπω παραγενόμενος ἐν ἡμῖν ἐστιν ὁ Ἀντίχριστος, φησίν· «Ὅτι τὸ μυστήριον αὐτοῦ ἐνεργεῖται ἐν ἡμῖν.» Οὔτω δὴ καὶ ὁ σταυρὸς τοῦ Χριστοῦ μήπω γεγονὼς ἐν τοῖς προπάτορσιν ἦν· τὸ γὰρ μυστήριον αὐτοῦ ἐνηργεῖτο ἐν αὐτοῖς· καὶ ἵνα νῦν ἀφῶ τὸν Ἄβελ, τὸν Σὴθ, τὸν Ἐνὼς, τὸν Ἐνώχ, Νῶέ τε καὶ τοὺς μέχρι Νῶε τῶ Θεῷ εὐηρεστηκότας, καὶ εἴ τις ἐγγὺς μετ´ αὐτοὺς, ἄρξομαι δὲ ἀπὸ Ἀβραὰμ, ὃς πατὴρ ἐχρημάτισε πολλῶν ἐθνῶν, τῶν μὲν Ἰουδαίων ἐκ σαρκὸς, ἡμῶν δὲ ἐκ πίστεως. Ἵ´ οὖν ἐκ τούτου τοῦ κατὰ πνεῦμα πατρὸς ἡμῶν ἄρξωμαι καὶ αὐτῆς τῆς κατ´ αὐτὸν ἀγαθοῦ ἀρχῆς καὶ τῆς πρώτης παρὰ Θεοῦ κλήσεως, τίνα πρώτην ἀφῆκε φωνὴν πρὸς αὐτὸν λαλήσας ὁ Θεός; «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἡν ἄν σοι δείξω.» Τὸ γοῦν μυστήριον τοῦ σταυροῦ ἐν ἑαυτῇ φέρει αὕτη ἡ φωνή· τοῦτο γάρ ἐστιν ἄντικρυς ὁ Παῦλος ὁ καυχώμενος ἐν τῷ σταυρῷ λέγει ὅτι· «Ἐμοὶ ὁ κόσμος