Ancient Greek
69.1 to 69.15
Gregorius Palamas, Homiliae 69.1-15
Unproofread scanNot analysed yet
ἢ τὸν κόσμον ἀμεταστρεπτὶ, ἡ κατὰ σάρκα πητρῖς καὶ ὁ κόσμος ἐνεκρώθη καὶ κατήργηται· καὶ τοῦτό ἐστιν ὁ σταυρός. Ἀλλὰ πρὸς μὲν τὸν Ἀβραὰμ μήπω φυγόντα τὴν μετὰ τῶν ἀθέων συναυλίαν, Ἔξελθε, φησὶν, ἑκ τῆς γῆς σου, καὶ δεῦρο εἰς γῆν, οὐχ ἡν ἄν σοι δώσω, ἀλλʹ´ ἣν ἄν σοι δείξω, ὡς δι´ ἐκείνης ἄλλης γῆς πνευματικῆς δεικνυμένης. Πρὸς δὲ τὸν Μωϋσέα, μετὰ τὸ φυγεῖν τὴν Αἴγυπτον, καὶ τὸ ὄρος ἀναβῆναι, τί φησιν ἡ πρὸς αὐτὸν πρώτη τοῦ Θεοῦ φωνή; «Λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου.» Ἄλλο τοῦτο τοῦ σταυροῦ μυστήριον, τῷ προτέρῳ προσφυῶς ἑπόμενον. Εἰ γὰρ καὶ τῆς Αἰγύπτου, φησίν, ἐξῆλθες, καὶ τὴν Φαραὼ θεραπείαν ἀφῆκας, καὶ τὸ καλεῖσθαι υἱὸς τῆς θυγατρὸς Φαραὼ παρεῖδες, καὶ ὅσον τὸ εἰς σὲ ἦκον ὁ κόσμος ἐκεῖνος τῆς πονηρᾶς θεραπείας ἐλύθη καὶ κατήργηται, ἀλλὰ δεῖ σε καὶ προσθεῖναι, τί τοῦτο; Λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ἀποθέσθαι τοὺς δερματίνους χιτῶνας οὓς ἐνέδυσε, καὶ ἐν οἷς ἐνεργεῖ ἡ ἀμαρτία, καὶ τῆς ἁγίας ἀποδιαστέλλει γῆς. Λῦσαι οὖν τοῦτο τὸ ὑπό δημα ἐκ τῶν ποδῶν σου, ταυτὸν δὲ εἰπεῖν, μηκέτι κατὰ σάρκα καὶ τῇ ἁμαρτίᾳ ζῆθι, ἀλλὰ καταργηθήτω καὶ νεκρωθήτω ἡ ἀντικειμένη τῷ Θεῷ ζωὴ καὶ τὸ φρόνημα τῆς σαρκὸς, καὶ ὁ ἐν τοῖς μέλεσι νόμος, ὁ ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ νοὸς, καὶ αἰχμαλωτίζων τῷ νόμῳ τῆς ἁμαρτίας, μηκέτι ἐπικρατείτω, μηδὲ ἐνεργείτω, τῇ δυνάμει τῆς θεοπτίας νεκρούμενος. Ἄρ´ οὐ τοῦτό ἐστιν ὁ σταυρός; Σταυρὸς γάρ ἐστι πάλιν κατὰ τὸν θεῖον Παῦλον ε τεῖν, τὸ σταυρῶσαι τὴν σάρκα σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Λῦσαι οὖν. φησὶ, τὸ ὑπόδημα ἑκ τῶν ποδῶν σου· ἡ γὰρ γῆ ἐφ´ ἢν σὺ ἕστηκας γῆ ἀγία ἐστίν· ἐδήλου δὲ αὐτῷ ὁ λόγος τὸν μετὰ τὴν ἐπιφάνειαν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μέλλοντα ἐπὶ τῆς γῆς διὰ τοῦ σταυροῦ ἔσεσθαι ἁγιασμόν·