Ancient Greek
71.21 to 71.29
Gregorius Palamas, Homiliae 71.21-29
Unproofread scanNot analysed yet
ὁ δὲ παρακούων, ὡς ἀλλότριος τοῖς πρὸς τὸν ἀγαπητὸν ὁμοιώσεως, καὶ παρὰ τοῦ Θεοῦ μισεῖται. Καὶ τοῦτο δεικνὺς ὁ σοφὸς Σολομῶν, ὡς οὐκ ἐπὶ τοῦ Ἰακὼβ μόνον καὶ Ἡσαῦ, ἀλλὰ καὶ διὰ παντὸς καὶ ἐπὶ πάντων γίνεται· «Υίὸς, φησὶν, ὑπήκοος ἔσται εἰς ζωήν· ὁ δὲ παρήκοος εἰς ἀπώλειαν,» Ἀλλ´ ὁ τῆς ὑπακοῆς υἱὸς Ἰακὼβ ἄρ´ οὐχὶ καὶ τοῦ μείζονος ἔτυχε μυστηρίου τοῦ σταυροῦ, τῆς θεοπτίας λέγω, καθ´ ἡν τελεώτερον σταυροῦται καὶ ἀποθνήσκει ὁ ἄνθρωπος τῇ ἁμαρτίᾳ, καὶ ζῇ τῇ ἀρετῇ» Καὶ μὴν αὐτὸς ἑαυτῷ μαρτυρεῖ καὶ τὴν θεωρίαν καὶ τὴν σωτηρίαν· «Εἰδον γὰρ, φησὶ, τὸν Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. ν» Ποῦ εἰσιν οἱ στοιχοῦντες ἔτι ταῖς τῶν ἐφ´ ἡμῶν ἀναφανέντων κακοδόξων βδελυραῖς λογολεσχίαις· Ἀκουέτωσαν, ὅτι ὁ Ἰακὼβ τὸ πρόσωπον εἰδε τοῦ Θεοῦ· καὶ οὐ μόνον οὐκ ἀφήρηται τὸ ζῇν, ἀλλ´ ὡς αὐτός φησι, καὶ σέσωσται, καίτοι τοῦ Θεοῦ λέγοντος, «Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται.» Ἅρ´ οὖν δύο Θεοί, ὁ μὲν εἶς ἔχων πρόσωπον τῇ ὁράσει τῶν ἀγίων ὑποπίπτον, ὁ δὲ ἕτερος πρόσωπον ἔχων ὑπὲρ πᾶσαν ὅρασιν; Ἄπαγε τῆς δυσσεβείας! οοορΟΟΘ