Ancient Greek
72.1 to 72.12
Gregorius Palamas, Homiliae 72.1-12
Unproofread scanNot analysed yet
ΙΝὴ ἀλλὰ πρόσωπον μὲν τοῦ Θεοῦ ὁρώμενον Κἢ ἐστιν ἡ κατὰ τὴν ἐπὶ τοὺς ἀξίους ἐπιφάνειαν ἐνέργεια καὶ χάρις τοῦ Θεοῦ. Τοῦ αὐτοῦ δὲ πρόσωπον μηδέποτε ὁρώμενον, ἡ ὑπὲρ πᾶσαν ἔκφανσιν καὶ ὅρασιν ἔσθ´ ὅτε λέγεται φύσις τοῦ Θεοῦ· οὐδεὶς γάρ ἐστιν ἐν ὑποστήματι καὶ οὐσίᾳ Κυρίου κατὰ τὸ γεγραμμένον, καὶ Θεοῦ φύσιν ἢ εῖδεν, ἢ ἐξηγόρευσεν. Οὕτως ἡ ἐν Θεῷ θεωρία καὶ τὸ θεῖον τοῦ σταυροῦ μυστήριον οὐ τὰ πονηρὰ πάθη μόνον καὶ τοὺς δημιουργοὺς τούτων δαίμονας ἀπελαύνει τῆς ψυχῆς, ἀλλὰ καὶ τὰς κακοδόξους δόξας καὶ τοὺς ταύταις συνηγόρους ἐξελέγχει καὶ ἀπωθεῖται τῶν περιβόλων τῆς ἱερᾶς τοῦΧριστοῦ Ἐκκλησίας, καθ´ ἡν ἡμῖν ἐχαρίσθη νῦν ἑορτάζειν καὶ διατρανοῦν τὴν τοῦ σταυροῦ πρὸ τοῦ σταυροῦ θείαν ἐν τοῖς Πατράσι χάριν καὶ ἐνέργειαν. Ὡσπερ οὖν ἐν μὲν τῷ Ἀβραὰμ τὸ μυστήριον ἐνήργει τοῦ σταυροῦ, ὁ δὲ αὐτοῦ υἱὸς ἦν τύπος τοῦ σταυρυθέντος ὕστερον, οὕτω πάλιν ἐν μὲν τῷ βίῳ παντὶ τοῦ Ἰακὼβ τὸ μυστήριον ἐνήργει τοῦ σταυροῦ, Ἰωσὴφ δὲ ὁ υἱὸς τοῦ Ἰακὼβ αὐτὸς ἦν τύπος καὶ μυστήριον τοῦ σταυρωθησομένου μετὰ ταῦτα θεανθρώπου Λόγου· φθόνῳ γὰρ καὶ αὐτὸς ἤχθη πρὸς σφαγὴν, καὶ ὑπὸ τῶν κατὰ σάρκα συγγενῶν, ὑπὲρ ὧν πρὸς αὐτοὺς παρὰ τοῦ πατρὸς ἐπέμφθη, ὡς καὶ ὁ Χριστὸς ὕστερον. Εἰ δὲ οὐκ ἐσφάγη, ἀλλὰ πέπραται ὁ Ἰωσὴφ, θαυμαστὸν οὐδέν· οὐδὲ γὰρ Ἰσαὰκ ἐσφάγη· καὶ γὰρ οὐκ αὐτοὶ ἧσαν ἡ ἀλήθεια, ἀλλὰ τύπος τῆς μελλούσης ἀληθείας. Εἰ δὲ δεῖ κἀν τούτοις τὸ διπλοῦν συνιδεῖν μυστήριον τοῦ διπλοῦ τὴν φύσιν Ἰησοῦ, τὸ μὲν ἀχθῆναι πρὸς σφαγὴν τὸ κατὰ σάρκα πάθος τοῦ θεανθρώπου προϋπέφηνε, τὸ δὲ μηδὲν παθεῖν, τῆς θεότητος τὸ ἀπαθές. Τοῦτ´ αὐτὸ ἂν εὔροις καὶ ἐπὶ Ἰακὼβ καὶ Ἀβραάμ· εἰ γὰρ καὶ ἐπειράσθησαν, ἀλλ´ ἐνίκησαν, ὃ σαφῶς καὶ ἐπὶ τοῦ Χριστοῦ γέγραπται.