Ancient Greek
74.1 to 74.15
Gregorius Palamas, Homiliae 74.1-15
Unproofread scanNot analysed yet
τινα ἑαυτὸν, καὶ εἰς ἐσχάτην ἀτιμίαν καὶ θάνατον προδοῦναι, ἀλλ´ οὐκ ἀπεικός· οἱ γὰρ βασι. λεῖς τῆς γῆς οὐκ ἄν ποτε ἀκολουθεῖν ὀπίσω αὐτῶν δέξαιντο, καὶ ταῦτα πρὸς πόλεμον ἰόντες, τοὺς μὴ ἑτοίμους ὄντας ἀποθανεῖν ὑπὲρ αὐτῶν. Τί οὖν θαυμαστὸν, εἰ καὶ ὁ βασιλεὺς τῶν οὐρανῶν τῇ γῇ δε´ ἐπαγγελίας ἐπιδημήσας, πρὸς ἀντιπαράταξιν τοῦ κοινοῦ τοῦ γένους πολεμίου τοιούτους ζητεῖ τοὺς κπίαω αὐτοῦ ἀκολουθοῦντας; Ἀλλ´ οἱ μὲν βασιλεῖς τῆς γῆς οὐκ ἔχουσιν ἀναζωοῦν τοὺς τῷ πολέμῳ τεθνηκότας, οὐδ´ ἀνταποδοῦναί τι σχεδὸν τοῖς προκινδυνεύσασιν αὐτῶν· τί γὰρ ἂν ὁ μηκέτ´ ὧν λάβοι παρ´ αὐτῶν; Ἀλλὰ καὶ τούτοις, εἴπερ ὑπὲρ εὐσεβῶν ὁ. θάνατος, ἐν τῷ Κυρίῳ ἐλπίς ἐστιν· οὔτως δὲ ὁ Κύριος ζωὴν ἀντιδίδωσιν αἰώνιον τοῖς ἐν τῷ ἀκολουθεῖν αὐτῷ προκινδυνεύσασι. Καὶ οἱ μὲν βασιλεῖς τῆς γῆς ὑπὲρ αὑτῶν ἑτοίμους εἶναι ζητοῦσι πρὸς θάνατον τοὺς αὐτοῖς ἀκολουθοῦντας, ὁ δὲ Κύριος αὐτὸς μὲν ἑαυτὸν εἰς θάνατον ἔδωκεν ὑπὲρ ἡμῶν, ἡμᾶς δὲ οὐχ ὁπὲρ αὐτοῦ, ἀλλ´ ὑπὲρ ἡμῶν αὐτῶν ἑτοίμους εἰναι παραγγέλλει πρὸς θάνατον· καὶ τοῦτο δεικνὺς ὡς ὑπὲρ ἡμῶν ἔστιν αὐτῶν ἐπάγει· «Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὑτοῦ σῶσαι, ἀπολέσει αὐτὴν, ὃς δ´ ἂν ἀπολέσῃ αὐτὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ Εὐαγγελίου, οὕτος σώσει αὐτήν.» Τί ἐστι τοῦτο, Ὅς ἂν θέλῃ σῶσαι, ἀπολέσει, καὶ ὃς ἂν ἀπολέσῃ, σώσει; Διπλοῦς ἐστιν ὁ ἄνθρωπος, ὁ ἐκτὸς, τὸ σῶμα λέγω, καὶ ὁ ἐντὸς ἡμῶν ἄνθρωπος, ἡ ψυχὴ δηλονότι. Ὅταν οὗν ὁ ἐκτὸς ἡμῶν ἄνθρωπος προδῷ αυτὸν εἰς θάνατον, ἀπόλλυσι τὴν ἑαυτοῦ ψυχὴν χωριζομένην αὐτοῦ· ὁ γοῦν ὑπὲρ τοῦ Χριστοῦ καὶ τοῦ Εὐαγγελίου οὕτως ἀπολέσας αὐτὴν ὄντως σώσει καὶ κερδήσει ταύτην, ζωὴν οὐράνιον καὶ αἰώνιον ταύτῃ προξενήσας, καὶ ἐν τῇ ἀναστάσει τοιαύτην κομισάμενος, καὶ δι´ αὐτῆς καὶ αὐτὸς τοιοῦτος, καὶ κατὰ σῶμα λέγω, γεγονὼς οὐράνιος καὶ αἰώνιος.