Ancient Greek
74.16 to 74.22
Gregorius Palamas, Homiliae 74.16-22
Unproofread scanNot analysed yet
Ὁ δὲ φιλόψυχος, καὶ μὴ οὕτω ταύτην ἑτοίμως εχων ἀπολέσαι, διὰ τὸ ἀγαπᾷν τὸν πρόσκαιρον αἰῶνα τοῦτον, καὶ ὅσα τοῦ αἰῶνος τούτου, ζημιώσει τὴν ψυχὴν αὐτοῦ τῆς ὄντως ζωῆς ἀποστερήσας, καὶ ζημιωθήσεται αὐτὸς αὐτὴν, σὺν ἑαυτῷ ταύτην φεῦ! τῇ αἰωνίῳ κολάσει παραδούς· ὃν καὶ ὁ πανοικτίρμων Δεσπότης οἷον ἀπολοφυρόμενος, καὶ τοῦ δεινοῦ τὸ μέγεθος ἐπιδεικνὺς «Τί γὰρ, φησὶν, ὡφελήσει ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, καὶ τὴν ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ» οὐδ´ ἄλλο τι τῶν ἐν τῷ αἰῶνι τούτῳ δοκούντων τιμίων καὶ τερπνῶν, ἃ τοῦ σωτηρίου προέκρινε θανάτου. Τί δ´ ἂν ἐν τούτοις εὐρεθείη καὶ τῆς λογικῆς ψυχῆς ἀντάλλαγμα, ἧς ὁ κόσμος ἅπας οὗτος οὐκ ἔστιν ἀντάξιος; Εἰ οὖν καὶ τὸν κόσμον ὅλον εἶς ἄνθρωπος ἐδύνατο κερδῆσαι, ἀδελφοὶ, οὐδὲν ἂν ἦν ὄφελος αὐτῷ τὴν οἰκείαν ψυχὴν ζημιουμένῳ· πόσον ἐστὶ τὸ δεινὸν, πολλοστημόριον ἐλάχιστον ἕκαστος ἀπὸ τοῦ κόσνου τούτου κτήσασθαι δυνάμενος, εἰ τῇ πρὸς τὸ ἐλάχιστον τοῦτο προσπαθείᾳ τὴν οἰκείαν ζημιωθήσεται ψυχὴν, μὴ προαιρούμενος οἴρειν τοῦ σταυροῦ καὶ τὸν τύπον καὶ τὸν λόγον, καὶ ἀκολουθεῖν τῷ δοτῆρες