Ancient Greek
75
Gregorius Palamas, Homiliae 75
Unproofread scanNot analysed yet
τῆς ζωῆς! Σταυρὸς γάρ ἐστιν αὐτός τε ὁ προσκυνητ´ς τύπος, καὶ ὁ τοῦ τύπου τούτου λόγος. Ἀλλ´ ἐπεὶ προηγήσατο ὁ λόγος καὶ τὸ μυστήριον αὐτοῦ τοῦ τύπου, καὶ ἡμεῖς τοῦτο πρότερον ἐξηγησόμεθα πρὸς τὴν ὑμετέραν ἀγάπην· μᾶλλον δὲ πρὸ ἡμῶν καὶ τοῦτο Παῦλος ἐξηγήσατο· Παῦλος καυχώμενος ἐν τῷ σταυρῷ, ὁ μηδὲν εἰδέναι κρίνων, εἰ μὴ Κύρ. ον Ἰησοῦν καὶ τοῦτον ἐσταυρωμένον. Τί οὖν φησιν ἐκεῖνος; «Σταυρός ἐστι τὸ σταυρῶσαι τὴν σάρκα σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.» Οἴεσθε περὶ τῆς τρυφῆς καὶ τῶν ὑπογαστρίων τοῦτο μόνον εἰπεῖν παθῶν; πῶς οὖν γράφει τοῖς Κορινθίοις, ὅτι, «Ἐπεὶ ἔριδες ἐν ὑμῖν εἰσιν, ἔτι σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;» Ὥστε καὶ ὁ δόξης ἐρῶν, ἢ τὸ οἰκεῖον ἀπλῶς θέλημα στῆσαι θέλων καὶ οὕτω νικᾷν φιλονεικῶν, σαρκικός ἐστι, καὶ κατὰ σάρκα περιπατεῖ· διὰ γὰρ ταῦτα καὶ ἔριδες, ὡς καὶ Ἰάκωβος ὁ ἀδελφόθεός φησιν· «Πόθεν πόλεμοι καὶ μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν ἐκ τῶν ἡδονῶν ὑμῶν, τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; Ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν, μάχεσθε καὶ πολεμεῖτε.» Τοῦτο οὖν ἐστι τὸ σταυρῶσαι τὴν σάρκα σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, τὸ ἀνενέργητον κενέσθαι τὸν ἄνθρωπον πρὸς πᾶν τὸ ἀπαρέσκον Θεῷ· εἰ δὲ καὶ τὸ σῶμα κατασπᾷ καὶ βιάζεται, ἀλλ´ αλ τὸν ἕκαστον Ο ἀνέχειν ἐναγωνίως τοῦτο πρὸς τὸ ὕψος τοῦ σταυροῦ· οἱον τί λέγω; ἐπὶ γῆς γενόμενος ὁ Κύριος ἀκτήμονα βίον ἔζησε, καὶ οὐκ ἔζησε ἦχσεπλΧσωσμ,. ,λαπολως αΚυ πῶς Συραηολ μου εἶναι μαθητής.» Ἀλλὰ μηδεὶς δυσανασχετείτω, ἀδελφοὶ, παρακαλῶ, ἀκούων ἡμῶν ἀπαγγελλόντων ἀνοθεύτως τὸ ἀγαθόν τοῦ Θεοῦ θέλημα καὶ εὐάρεστον καὶ τέλειον, μηδὲ δυσχεραινέτω τὰ παραγγέλματα δυσέφικτα οἰόμενος, ἀλλὰ πρῶτον μὲν ἐκεῖνο ἐννοείτω, ὅτι βιαστή ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτὴν, καὶ ἀκουέτω Πέτρου τοῦ κοροφσίον τῶν ἀποστόλων τοῦ Χριστοῦ, ὅτι· «Χριστὸ, ἔπαθεν ὑπὲρ ἡμῶν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμὸν, ἵνα ἐξακολουθήσωμεν τοῖς ἵχνεσιν αὐτοῦ.» Ἔπειτα καὶ τοῦτο δικαίως προσλογιζέσθω, ὅτι μαθὼν ἕκαστος ἀληθῶς ὅσον ὀφείλοι τῶ Δεσπότη, ὅταν οὐκ ἔχῃ τὸν πᾶν ἀποδοῦναι, τὸ μὲν σὺν μετριοφροσύνῃ προσάγει, ὅσον δήπου δύναται καὶ προαιρεῖται, πρὸς δὲ τὸ λεῖπον πάλιν ταπεινοῦται ἐνώπιον αὐτοῦ, καὶ διὰ τῆς τοιαύτης ταπεινώσεως ἕλκων τὴν συμπά] ειαν ἀναπληροῖ τὴν ἔλλειψιν. Εἴ τις οὖν ὁρᾷ τὸν λογισμὸν αὐτοῦ πλούτου καὶ πολυκτημοσύνης ὀρεγόμενον, γνώτω ὅτι ὁ λογισμὸς οὗτος σαρκικός ἐστι, καὶ διὰ τουτο κινεῖται· ὁ γὰρ τῷ σταυρῷ προσηλωνένς οὐ δύναται πρὸς τοιοῦτόν τι κινεῖσθαι Χρεία ῶν ἐναβιβάσαι τοῦτον ἐπὶ τὸ ὕψος τοῦ σταυροῦ, ἵνα μὴ αὐτὸς αὐτὸν κάτω ῥίψας χωρίσῃ τοῦ σταυρωθέντος ἐν αὐτῷ Χριστοῦ, Πῶς οὖν ἄρξεται τοῦτον ἀναβιβάζειν ἐπὶ τὸ ὕψος τοῦ σταυροῦ; ἐλπίσας εἰς Χριστὸν τὸν χορηγὸν καὶ τροφέα τοῦ παντὸς, παντὸς μὲν τοῦ ἐξ ἀδικίας ἀποσχέσθω πόρου, ᾧ δὲ ἀπὸ δικαιοσύνης ἔχει πορισμῷ, οοωροωΟΟ