Ancient Greek
77
Gregorius Palamas, Homiliae 77
Unproofread scanNot analysed yet
Τοῦτο οὖν ἡ τοῦ Θεοῦ σορία καὶ δύναμις, τὸ δι´´ ἀσθενείας νικῆσαι, τὸ διὰ ταπεινώσεως ὑψωθῆναι, τὸ διὰ πτωχείας πλουτῆσαι. Οὐ μόνον δὲ ὁ λόγος τοῦ σταυροῦ καὶ τὸ μυστήριον, ἀλλὰ καὶ ὁ τύπος θεῖος καὶ προσκυνητὸς, σφραγὶς ὤν ἱερὰ καὶ αἰδέσιμος, ἀγιαστική τε καὶ τελεστικὴ τῶν ἐκ Θεοῦ τῷ γένει τῶν ἀνθρώπων ὑπηργμένων ὑπερφυῶν καὶ ἀποῤῤήτων ἀγαθῶν, ἀρᾶς καὶ καταδίκης ἀναιρετικὴ, φθορᾶς καὶ θανάτου καθαιρετικὴ, ζωῆς ἀτδίου καὶ εὐλογίας παρεκτικὴ, ξύλον σωτήριον, σκῆπτρον βασίλειον, θεῖον κατ´ ἐχθρῶν ὁρατῶν καὶ ἀοράτων τρόπαιον, κἂν αἱρετικῶν παῖδες ἀπαρέσκωνται φρενοβλαβῶς· οὐ γὰρ ἐπέτυχον τῆς ἀποστολικῆς εὐχῆς, ἵνα ἐξισχύσωσι καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ ὕψος καὶ βάθος· ὅτι ὁ τοῦ Κυρίου σταυρός ἐστι πᾶσαν ἐμφαίνων τῆς ἐν σαρκὶ τούτου παρουσίας τὴν οἰκονομίαν, καὶ τὸ κατ´ αὐτὴν ἅπαν ἐμπεριέχων μυστήριον, καὶ πρὸς πάντα τείνων τὰ πέρατα, καὶ πάντα περιλαμβάνων, τὰ ἄνω, τὰ κάτω, τὰ πέριξ, τὰ μεταξύ. Προβαλλόμενοι δέ τινα πρόφασιν, διὰ´ ἣν καὶ αὐτοὺς ἔδει μεθ´ ἡμῶν, εἴπερ νοῦν εἶχον, προσκυνεῖν αὐτὸν, ἀποτροπιάζονται τοῦ βασιλέως τῆς δόξης τὸ σύμβολον, ὃ καὶ αὐτὸς φανερῶς ὁ Κύριος ὕψος μὲν καὶ δόξαν ἑαυτοῦ καλεῖ, μέλλων ἀναβαίνειν ἐπ´ αὐτό· κατὰ δὲ τὴν μέλλουσαν αὐτοῦ παρουσίαν καὶ ἐπιφάνειαν ἐλεύσεσθαι προκαταγγέλλει τὸ σημεῖον τοῦτο τοῦ Υἱοῦ τοῦ ἀνθρώπου μετὰ δυνάμεως καὶ δόξης πολλῆς· ἀλλ´ ἐν αὐτῷ, φησὶν, ὁ Χριστὸς προσηλωθεὶς ἀπέθανε, καὶ διὰ τοῦτο οὐδ´ ὁρᾷν ἀνεχόμεθα τὸ σχῆμα καὶ τὸ ξύλον ἐν ᾧ τεθανάτωται. Τὸ δὲ καθ´ ἡμῶν χειρόγραφον, ὃ γέγονεν ἡμῖν διὰ τῆς ἐπὶ τὸ ξύλον παρακοῆς, ἐκτεταμένης τῆς τοῦ προπάτορος χειρὸς, ἐν τίνι προσηλώθη; Καὶ διὰ τίνος ἐκ μέσου γέγονε καὶ ἠφανίσθη, καὶ οὔτω πρὸς τὴν ἀπὸ τοῦ Θεοῦ εὐλογίαν ἐπανήλθομεν; ἐν τίνι δὲ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας τῶν πνευμάτων τῆς πονηρίας, α κατὰ τῆς ἡμετέρας φύσεως ἐκ τοῦ ξύλου τῆς παρακοῆς χώραν ἔλαβον, ὁ Χριστὸς ἀπεξεδύσατο, καὶ τελέως ἀπώσατο, καὶ θριαμβεύσας κατῄσχυνε, καὶ οὕτως ἡμεῖς τὴν ἐλευθερίαν ἀντελάβομεν; ἐν τίνι τὸ μεσότοιχον τοῦ φραγμοῦ λέλυται, καὶ ἡ πρὸς τὸν Θεὸν ἡμῶν ἔχθρα κατήργηται καὶ τεθανάτωται; καὶ διὰ τίνος ἀποκατηλλάγημεν πρὸς τὸν Θεὸν, καὶ τὴν πρὸς αὐτὸν εἰρήνην εὐηγγελίσθημεν· οὐκ ἐν τῷ σταυρῷ, καὶ διὰ τοῦ σταυροῦ; Ἀκουέτωσαν τὰ τοῦ Ἀποστόλου, τοῖς μὲν Ἐφεσίοις γράφοντος· «Ὁ Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἐνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ·» Κολοσσαεῦσι δὲ, «Νεκροὺς ὄντας τοῖς παραπτώμασι καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ἡμῶν συνεζωοποίησεν ἡμᾶς ἐν αὐτῷ, χαρισάμενος ἡμῖν