Ancient Greek
78
Gregorius Palamas, Homiliae 78
Unproofread scanNot analysed yet
χειρόγραφον τοῖς δʹγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρεν ἐκ τοῦ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ, καὶ ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παῤῥησίᾳ θριαμβεύσας αὐτὰς ἐν αὐτῷ.» Οὐ τεμήσομεν οὐν ἡμεῖς, οὐδὲ χρησόμεθα τῷ θείῳ τούτῳ τροπαίῳ τῆς κοινῆς τοῦ γένους ἐλευθερίας, ὃ καὶ μόνον φαινόμενον, τὸν μὲν ἀρχέκακον ὄφιν φυγαδεύει καὶ θριαμβεύει καὶ καταισγύνει, τὴν ἦτταν καὶ τὴν θραῦσιν ἀνακηρῦττον αὐτοῦ, δοξάζει δὲ καὶ μεγαλύνει Χριστὸν, τὴν αὐτοῦ νίκην ἀναφαῖνον τῷ κόσμῳ; Καὶ μὴν εἴπερ ὁ σταυρὸς παροπτέος, ὡς ἐν αὐτῷ τοῦ Χριστοῦ τὸν θάνατον ὑπομείναντος, οὐδ´ ὁ θάνατος ἔσται σεπτὸς καὶ σωτήριος· πῶς οὖν, κατὰ τὸν Ἀπόστολον, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Πῶς δὲ καὶ τῆς ἀναστάσεως αὐτοῦ ἐσόμεθα, εἴπερ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ; Ἄλλως εἰ μέν τις ἦν ὁ προσκυνῶν σταυροῦ σχῆμα, μὴ ἐπιγεγραμμένον ἔχον τὸ Δεσποτικὸν ὄνομα, δικαίως ἂν ἐνακαλεῖτο παρὰ τὸ δέον ποιῶν· ἐπεὶ δὲ ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, τοῦτο δὲ τὸ προσκυνητὸν ὄνομα ὁ σταυρὸς ἐπιφέρει, πόσης παραφροσύνης μὴ κάμπτειν γόνυ τῷ σταυρῷ τοῦ Χριστοῦ; Ἀλλ´ ἡμεῖς καὶ τὰς καρδίας σὐν τοῖς γόνασι κλίναντες, δεῦτε προσκυνήσωμεν μετὰ τοῦ ψαλμῳδοῦ καὶ προφήτου Δαβὶδ εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ, καὶ οὗ αἱ συνεκτικαὶ τοῦ παντὸς ἐξηπλώθησαν χεῖρες, καὶ οὗ τὸ ζωαρχικὸν δι´ ἡμᾶς ἐξετάθη σῶμα· καὶ προσκυνοῦντες ἐν πίστει καὶ ἀσπαζόμενοι δαψιλῆ τὸν ἐκεῖθεν ἁγιασμὸν καὶ ἀρυώμεθα καὶ φυλάττωμεν, ὡς ἂν καὶ κατὰ τὴν ὑπερδεδοξασμένην μέλλουσαν τοῦ Κυρίου καὶ εοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν, αὐτὸν προηγούμενον ἰδόντες ἐν δόξῃ ἀγαλλιασώμεθα καὶ σκιρτήσωμεν ἄληκτα, τῆς ἐκ δεξιῶν στάσεως. καὶ τῆς ἐπηγγελμένης μακαρίας ζωῆς καὶ εὐλογίας ἐπιτυχόντες, εἰς δόξαν τοῦ κατὰ σάρκα δι´ ἡμᾶς σταυρωθέντος Υἱοῦ τοῦ Θεοῦ. Ὅτι αὐτῷ πρέπει δόξα σὐν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ μνευματίον νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΙΒʹ. Ἐν τῇ τετάρτῃ τῆς ἁγίας Τεσσαρακοστῆς Κυριακῇ, ὑπόθεσιν ἔχουσα τὸ κατ´ αὐτὴν ἀναγινωσκόμενον Εὐαγγέλιον· ἑν ᾗ καὶ περὶ τῆς ἐπιμελείας τῶν ἔνδον λογισμῶν. Πολλάκις πρὸς τὴν ὑμετέραν ἀγάπην, καὶ μάλιστα κατὰ τὰς ἱερὰς ταύτας ἡμέρας, περὶ νηστείας καὶ προσευχῆς εἰπὼν, οἵοις δεξιοῦνται δώροις τοὺς ἐραστὰς, καὶ πόσων ἀγαθῶν γίνονται πρόξενοι τοῖς χρωμένοις, ὃ διὰ τῆς σήμερον ἀναγινωσκομένης ἐν τῷ Εὐαγγελίῳ τοῦ Κυρίου φωνῆς μάλιστα προσμαρτυρεῖται ταύταις, οὔπω ταῖς φιλοθέοις ὑμῶν ἀκοαῖς τε καὶ ψυχαῖς ἐναπέθηκα. Τί δέ ἐστι τοῦτο; μέγα καὶ τὸ πάντων ὡς εἰπεῖν μέγιστον· πρὸς γὰρ τοῖς ἄλλοις καὶ ἐξουσίαν ἄύνανται παρέχειν κατὰ πνευμάτων πονηρῶν, ὥστε αὐτὰ κνβάλλειν καὶ ἀπελαύνειν, καὶ τοὺς δαιμονῶντας τῆς αὐτῶν ἐπηρείας ἐλευθεροῦν. Τῶν γὰρ μαθητῶν πρὸς τὸν Κύριον εἰπόντων περὶ τοῦ ἀλάλου καὶ κωΠΟΜΙΓΙΛ ΣΚ.